# Compendium Historiarum 2.51

Georgius Cedrenus, Compendium Historiarum, 2.51. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.51
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.51

μετὰ τῶν Σαρακηνῶν. Οὓς ἱδὼν ὁ βασιλεὺς Ῥωμανός δὲ ἧν ὁ γέρων), καὶ τὴν κοινοπραγίαν μαθὼν ἀκριβῶς, καὶ ὡς εἰ τοῦτο γένηται κατανοήσας, οὐ μικραῖς φροντίσιν ὑποπεσεῖται, δεῖν ψήθη μεγαλοφροσύνῃ καὶ εὐεργεσίᾳ τοὺς Σαρακηνοὺς ἀναχαιτίσαι τῆς παρούσης ὁρμῆς. [. ΘῶΘ] Τοὺς μὲν οὖν Βουλγάρους ἔθετο ἐν φυλακῇ, δώροις δὲ τοὺς Σαρακηνοὺς ἀδροῖς φιλοτιμησάμενος, ἔτι δὲ καὶ ξέόνια τῷ αὐτῶν ἐκπέμψας δεσπότῃ πολύτιμα, ἀπαθεῖς κακῶν ἐξαπέστειλε, φράζειν οἰπὼν τῷ κυρίῳ αὐτῶν ὡς οὔτως ἀμείβειν οἴδασιν οἱ βασιλεῖς Ῥωμαίων τοὺς ἑαυτῶν πολεμίους. Ἄπελογίσατο δὲ καὶ περὶ τῆς ἐτησίου δασμοφορίας, ὡς οὐκ ἀνα βολῇ τοῦτο καὶ ὑπερθέσει ὑστέρησεν, ἀλλὰ διὰ τὴν ἐπικρατοῦσαν τηνικαῦτα κατὰ τὸν τόπον ταραχήν. Ἐπαναδραμόντων οὖν πρὸς τὸν οἰκεῖον δυνάστην τῶν Σαρακηνῶν, καὶ ἄ τε πάθοιεν πρὸς τοῦ βασιλέως διηγησαμένων καὶ τὰς εἰς αὐτοὺς φιλοφροσύνας ἐξυμνησάντων, ἀποδεδωκότων δὲ καὶ ἄπερ ἐπήγοντο πρὸς ἐκεῖνον δῶρα, ἡσθεὶς ὁ φατλοὺμ ἐπὶ πᾶσιν οἷς ἥκουσε, τῶν τε ἀφειλομένων αὐτῷ φόρων τὰ ἡμίση Ῥωμαίοις ἐχαρίσατο καὶ ἀπὸ τῶν εἴκοσι καὶ δύο χιλιάδων τὰς ἕνδεκα ἐκκέκοφεν. Ἐδίδοντο οὖν ἐξ ἐκείνου μέχρι τῆς τοῦ Νικηφόρου ἀναρρήσεως, τοῖς Σαρακηνοῖς ταῦτα. Ἀλλὰ σωφρονούντων μὲν ἀρχόντων καὶ δικαίων ταῖς χώραις τυγχανόντων, αὐτοί τε οἱ ἀρχόμενοι ἄλυπον ἧγον βίον καὶ ζωήν, καὶ ὁ δασμὸς ἀπεδίδοτο τοῖς Σαρακηνοῖς ἀπραγμόνως. Ὁπηνίκα δ´ ἡ ἀρχὴ ἀδίκοις καὶ πλεονέκταις ἐνεπιστεύετο, καὶ τὸ ὑπήκοον ἐκακοῦντο, καὶ αἱ πρὸς τοὺς Σαρακηνοὺς σπονδαὶ διεσείοντο. Καὶ γὰρ δὴ παρὰ τοῦ Πορφυρογεννήτου ὁ Κρηοίτης Χαλδίας τῆς Καλαβρίας γενόμενος στρατηγὸς τοὺς ἐν Ἀφρικῇ καὶ Σικελίᾳ Σαρακηνοὺς μέλλοντας ἄρδην ὑπὸ τοῦ λιμοῦ καὶ τοῦ πολέμου τῶν ἐν Κυρήνη Σαρακηνῶν ἀπολωλέναι, δι´ οἰκείαν πλεονεξίαν ἀνεκτήσατο καὶ τοὺς ὑπὸ χεῖρα οὐ μοτρίως ἐκάκωσε· πάσας γὰρ τὰς πρὸς τὸ ζῇν ἀφορμὰς εὐώνως ἀπὸ τῶν ἐγχωρίων ὡνούμενος πολλοῦ τοῖς Σαρακηνοῖς ἐπίπρασκεν, ἀπραγμόνως παρέχουσι τὰς τιμὰς τῷ εὐπόρως ἔχειν χρυσίου διὰ τὴν ἐκ τοῦ λιμοῦ καὶ τῶν πολέμων στενοχωρίαν. Πλὴν ὁ μὲν Κρηνίτης ὑπὸ τοῦ Κωνσταντίνου παραλυθεὶς τῆς ἀρχῆς τά τε χρήματα ἀφῃρέθη μετ´ ασχύνης καὶ καταγηράσας ἀπέθανε· κατὰ δὲ τὸν τοῦ πολέμου καιρὸν φυγάδας Καρχηδονίους αὐτομολήσαντας οἱ Ῥωμαῖοι ἐδέξαντο, οὓς οὐδαμῶς ἀπήτουν οἱ Καρχηδόνιοι. Μᾶλλον μὲν αὗν καὶ τὸν ἐτήσιον δασμὸν συνεχώρουν, δεδοικότες μή πως κωλύσωσιν οἱ Ῥωμαῖοι σκανδαλισθέντες τὴν τῶν ἐπιτηδείων ὡνὴν, καὶ κινδυνεόσωσιν οὖτοι διαφθαρῆναι λιμῷ. ὕστερον δὲ τοῦ πολέμου διαλυθέντος τούς τε αὐτομόλους ἐξήτουν καὶ τὴν δασμοφορίαν. Μηδενὸς δὲ παρέχοντος αὐτοῖς διέλυσαν τὴν εἰρήνην, καὶ περαιούμενοι καθ´ ἐκάστην τὴν Καλαβοίαν ἐδήουν. Κωνσταντῖνος τοίνυν ὁ βασιλεὺς μὴ θελήσας, ὧσπερ ὁ πενθερὸς αὐτοῦ, μειλιχίως ὑπελθεῖν τοὺς Σαρακηνοὺς καὶ τὴν εἰρήνην ἀνανεώσασθαι, ἀλλὰ πολέμῳ μᾶλλον κρῖναι τὰ πράγματα διανοηθεὶς, [Ρ. ΟβΘ] δύναμιν ἀξιόμαχον συναγείρας καὶ ἄρχοντα ἐπισαήσας αὐτοῖς τὸν πατρίκιον Μαλπκηνὸν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
