# Compendium Historiarum 2.55

Georgius Cedrenus, Compendium Historiarum, 2.55. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.55
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.55

τὸν Βούρτζην πατρίκιον τιμήσας ἐν τῷ φρουρίῳ κατέλιπε, στρατηγὸν ὀνομάσας τοῦτον τοῦ Μαύρου ὅρους, ἐπισκήψας προσμένειν ἀγρύπνως καὶ τοὺς Ἀντιοχεῖς πάσῃ μηχανῇ κωλύειν ἐξιέναι καὶ τὰ πρὸς ζωὴν εἰσκομίζεσθαι ἐπιτήδεια. Κατέλιπε δὲ καὶ Πέτρον ἕνα τῶν ἑαυτοῦ εὐνούχων, δοῦλον ὑπάρχοντα, δραστήριον ἄνθρωπον, ὅν δὲ καὶ στρατοποδάρχην πεποίηκεν ἐν Κιλικίᾳ, εἰς παραχειμασίαν τὸν στρατὸν διασκορπίσαι κελεύσας, καὶ τὴν αὐτοῦ μένειν εἶς τούπιὸν ἔτος ἔλευσιν. Ἐλέγετο δ´ ὅτι δυνάμενος ἐξ ἐφόδου ἐκεῖν τὴν Ἀντιόχειαν ὁ βασιλεὺς οὐκ ἠθέλησεν, ἀλλ´ ἐξεπίτηδες παρεῖλκε καὶ παρεβίβαζε τὴν ταύτης κατάσχεσιν, δεδιὼς τὸν φημιζόμενον λόγον· καὶ γὰρ δὴ καὶ ἐν τοῖς ἀπάντων ἐφέρετο στόμασικ ὡς ἄμα τῇ ἀλώσει τῆς πόλεως Ἀντιοχείας καὶ ὁ βασιλεὺς τεθνήξεται. Ἀμέλει καὶ τῷ τοιούτῳ λόγῳ δειλαινόμενος οὐδ´ αὐτὸς προσεπέλασε τῃ Ἀντιοχείᾳ καὶ τῷ Πέτρῳ δὲ καὶ τῷ Βούρτζῃ παρήγγειλε μηδεμίαν προσβολὴν ποιήσασθαι κατ´ αὐτῆς. Ἀλλ´ ἐκεῖνος μὲν ταῦτα καταστησάμενος, ὡς εἴπομεν]), εἴσεισιν εἰς τὴν βασλεύουσαν· ὁ Βούρτζης δὲ τῆ Ἀντιοχείᾳ γειτονῶν καὶ κλέος ἑαυτῷ ἄσβεστον περιποιήσασθαι ἱμειρόμενος, μικρὰ φροντίσας τῶν τοῦ βασιλέως ὑποθηκῶν, νύκτωρ καὶ μεθ´ ἡμέραν ἐσκέπτετο εἴ πῶς δυνηθείη κατασχεῖν τὴν πόλιν. Ἀπήει οὖν συνεχῶς καὶ λόγους μετὰ τῶν Ἀντιοχέων ἐκίνει συμβατικούς. Ἀλαζονευομένων δ´ ἐκείνων καὶ τὰς συμβάσεις διωθουμένων, ἔλαθεν ἐκεῖνος φιλιωθείς τινι τῶν Σαρατηνῶνλαξ οὖτος ἦν), ὅν ὑποκλέψας δώροις καὶ ὑποσχέσεσιν ἵσχυσε λαβεῖν τὸ μέτρον ἑνὸς τῶν πρὸς δύσιν τῆς Ἀντιοχείας πύργων Κάλα τοῦνομα. Καὶ μετὰ τούτου τεκτηνάμενος κλίμακας πρὸς τὸ ἄκρον ἐξικνουμένας τοῦ πύόχου, νύκτα τε ἀφεγγῆ ἐπιτηρήσας καὶ ἔπομβρον, ἔλαβε τὰς κλίμακας προσερείσας τῷ πύργῳ. Καὶ ἀναβὰς μετὰ τριακοσίων τῶν ὑπ´ αὐτὸν τοὺς μὲν φύλακας ἀποσφάταει τοῦ πᾶργου, ἔτι δὲ καὶ τοῦ γειτονοῦντος αὐτῷ· καὶ μετὰ τῶν τριακοσίων τοὺς δύο τούτους πύργους κατεσχηκὼς ἄννελον ιὁθέως ἐκπέμπει πρὸς τὸν στρατοπεδἀρχην, μηνύων ἐπιταχύναι καὶ ἐλθεῖν μετὰ παντὸς τοῦ στρατοῦ ὡς τῆς πόλεως ἤδη κατασχεθείσης. Ὁ δὲ Πέτρος τἀς ἀγγελίας δεξάμενος ὥκνει καὶ ἀνεδύετο, τὴν ἐκ τοῦ βασιλέως δεδοικὼς ἀγανάκτοσιν, μή τι καὶ κακὸν ἀπολαύσῃ ὡς παραβάτης τῶν αὐτοῦ προσταγμάτων. Ἐγκειμένου δὲ τοῦ Βούρτζη καὶ ἄλλον ἐπ´ ἄλλῳ πέμποντος ἄγγελον καὶ τὴν ἔλευσιν ἐπιτακύνοντος, καὶ πληροφοροῦντος ὡς ἐπὶ πλέον ἀντέχειν οὐ δύναται πρὸς τὴν πολιορκίαναὶ γὰρ δὴ μαθόντες οἱ Ἀντιοχεῖς τὴν τῶν πύργων κατάσχεσιν στνέῥῥεον πανταχόθεν καὶ ἐκπολιορκεῖν τοὺς πύονους ἠπείγοντο, βέλη δ´ ἀφέντες παντοδαπὰ καὶ μηχανὰς πουκίλας τὸ πῦρ ὃφῆπτον, καὶ ἄλλα ἐποίουν ἀπόσα ποιεῖν ἔδει τοῖλς κινδυνεύοντας σὺν γυναιὲὶ καὶ τέκνοις ἀπολωλέναι, ἀποβαλεῖν δὲ καὶ πόλιν πασῶν ὑπερκειμένην τῶν ἀνὰ τὴν Ἑω πόλεων· πτοηθεὶς δ´ ἔ στρατοπεδάρχης μὴ τοσούτων ἀπολωλότων καὶ τηλικούτων

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
