# Compendium Historiarum 2.58

Georgius Cedrenus, Compendium Historiarum, 2.58. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.58
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.58

συμβολὴν ὁποία ἐστὶ, τάχα δ´ ἴσως καὶ ἐκφοβῆσαι, ξίθη γυμνὰ λαβόντας τινὰς προσέταέεν ὡς ἐν προσχήματι πολεμίων παῖξαι, εἰς ἑστίασιν τάχα τῶν Βεατῶν. Τούτου δὲ γενομένου, τὸν νοῦν τῶν βλεπομένων ἐγνοήσαντες οἱ θεωροὶ, καὶ τὴν κρατοῦσαν φήμην τέλος ἤδη λαμβάνειν ὑποτοπάσαντες, δρομαῖοι ἀπὶ τὰς ἐξόδους ἐχώρουν κρημνώδεις οὕσας καὶ σφαλερὰς, καὶ ὑπ´ ἀλλήλων συμπατούμενοι ἀπέθνησκον. Καὶ ἀπώλοντο ἂν ἄπαντες ὑπ´ ἀλλήλων κατακατούμενοι, [Ρ. θθΟ] εἰ μὴ ὁ βασιλεὺς ὡράθη ἐκὶ τοῦ θώκου καθήμενος ἀδεής τε καὶ ἄτρεπτος· ὄν ἰδὼν ὁ δῆμος μὴ παρακινηθέντα, καὶ κατανοήσαντες ὡς ἄκοντος αὐτοῦ γέγονε τὸ γνόμενον, ἔστησαν τῆς φυγῆς. Πρόοδον δὲ δημοσίαν ποιήσαντα τὸν Νικηφόρον ἐν τῇ Πηγῆ κατὰ τὴν ἑορτὴν τῆς Ἀναλήψεως τοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καὶ ὑποστρίφοντα οἱ συγγενεῖς τῶν ἐν τῷ ἱπποδρόμῳ ἀπολωλότων δεξάμενοι ἐν τῇ τῶν Ἀρτοπρατῶν ἀγορᾷ ὕβρεις ἡφίεσαν κατ´ αὐτοῦ ἀποιπεῖς, ἀλάστορα καὶ παλαμναῖον ἀπονα λοῦντες καὶ ὁμοφύλοις αἷμασι μιαρὸν, καὶ κόνιν καὶ λίθους ὅπεμπον εἰς αὐτὸν ἄχρι τῆς ἀγορᾶς τοῦ κεγάλου Κωνσταντίνου. Καὶ ἀπεπάγη μὲν ἄν τῷ δέαι, εἰ μή τινες ἐντιμότεροι τῶν πολιτῶν προλα.ξέντες τοὺς μὲν ἀτακτοῦντας ἀνέστειλαν, αὐτὸν δὲ εὐφημοῦντες ἄχρι τοῦ παλατίου προέπεμψαν. Διὰ ταῦτα πάντα ἀπηχθῆσθαι παρὰ τῶν πολιτῶν ἐπιστάμενος καὶ ἐπίθεσιν ὁφορώμενος τὴν ἀκρόπολιν ἐδομήσατο. Ἀλλ´ οὐκ ἠδυνήθη διαφυγεῖν τὸ χρεὼν, ἐλλ´ ὅτε καλῶς ἵχειν αὐτῷ τὰ πάντα ψήθη, ἀπόῤῥηξε τὴν ζωήν. Καὶ ὅπως, ἐν τῷ πρέποντι καιρφ ῥηθήσεται. Τετάρτῳ δὲ τῆς αὐτοῦ βασιλείας ἔτει, μηνὶ Ἰουνίῳ, τῆς υ´ ἰνδικτιῶνος, τὰς ἀν τῇ Θράκῃ πόλεις ἀξῄει ἐπισκεψόμενος, καὶ γεινόμενος ἄχρι τῆς λιγο· μένης μεγάλης σούδας ἔγραψε Πέτρῳ τῷ Εουλγαρίας ἄρχοντι μὴ ἐᾷν τοὺς Τούρκους διαπερᾷν τὸν στρον καὶ τὰ Ῥωμαίων λυμαίνεσθαι. Τούτου δὲ μὴ προσέχοντος ἀλλὰ παντοίαις ἀφορμαῖς παρακοούοντος, τὸν τοῦ ἐκ Χερσῶνος πρωτεύοντος υἱὸν ἄ Κικηφόρος τὸν Καλοκυρὸν πατρικιότητι τιμήσας πρὸς τὸν ἄρχοντα Ῥωσίας ἐκπέμπει Σφενδοσολάβον, δωρεῶν ὑποσχέσεσι καὶ φιλοτιμιῶν οὐκ ὀλίγων ἀναπείθων ἐκστρατεῦσαι κατὰ Βουλγάρων Πεισθίν τες οὖν οἱ Ῥὼς καὶ ἐπελθόντες τῇ Βουλγαρίᾳ κατὰ πὰν Δβγουστον μῆνα, τῆς ια´ ἰνδικτιῶνος, πέμπτῳ τῆς βασιλείας ἔτει τοῦ Νικηφόρου, πολλὰς πόλεις καὶ κώρας ἡδάφισαν τῶν Βουλγάρων, καὶ λείαν ὅτι αλείστην περιβαλόμενοι ὑπέστρεψαν εἰς τὰ ἵια. Καὶ τῷ ἕκτῳ δὲ πάλιν τῆς βασιλείας αὐτοῦ χρόνῳ ἐπεστράτευσαν κατὰ Βουλγαρίας, καὶ τὰ ὅμοια τῶν προτέφων ἢ καὶ χείρονα διεπράξαντο. Δευτέρᾳ δὲ Σιστεμβοίου μηνὸς, ὥρᾳ τῆς νυκτὸς βʹ, ἰνδικτιῶνος τιαʹ. γέγονε βρασμὸς καὶ κλόνος γῆς ἐξαίσιος, καὶ ἔπαθε κακῶς Ὁνωριὰς καὶ Παφλαγονία. Ἐγένοντο κακαὶ ἄνεμοι κατὰ τὸν Μάνον μῆνα τῆς αὐτῆς ἰνδικτιῶνος σκληροὶ καὶ κυματώδεις, οὗτινες τοὺς καρτοὺς διάφθειραν αὐταῖς ἀμπέλοις καὶ δένδρεσιν, ὡς ἐντεῦρεν κατὰ τὴν ιβʹ ἵνδικτιῶνα σφοδεότατον ἐπτνεχθῆναι λιμόν. Καὶ δίον τὸν βασιλέα τῆς τῶν ὁπημόων φροντίσαι σωτηρίας, ὁ δὲ τὸν βασιλικὸν οἷτον γλίσχρως πωλῶν, καὶ καταπραγματευόμενος τὴν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
