# Compendium Historiarum 2.63

Georgius Cedrenus, Compendium Historiarum, 2.63. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.63
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.63

τὴν τῆς βασιλείας κατάσχεσιν, τῆς ἐαυτοῦ ψυχῆς ἐπίβουλος ἔσται· ἀξιώσαντα δὲ καὶ τοὺς Μανιχαίους· τὴν Ἑῴαν πᾶσαν ἐπινεμομένους καὶ λυμαινομένους τῆ μεταδόσει τῆς μυσαρᾶς αὐτῶν θρησκείας, πρὸς τὴν ἐσπέραν ἀποικίσαι καὶ εἴς τινα ἐσχατιὰν ἐγκατοικίσαι πανέρημον, ἔ καὶ πεποίηκεν, ὕστερον, ἀπαναστήσας τούτους καὶ τῇ Φιλιππουπόλει ἐγκατοικίσας, Ἐπὶ λʹ δὲ καὶ εʹ μόνας ἡμέρας μετὰ τὴν ἀναγόρευσιν καὶ ὁ Πολύευκτος ἐπιβιοὺς κατέλυσε τὴν ζωήν. Καὶ προχειρίζεται ἀντ´ αὐτοῦ πατριάρχης ζαλῶ.ς μοναχὸς δ Σκαμανδρηνδς, ἐπ´ ἀρετῆς τελειότητι μαρτυρούμενος. Καὶ τὰ μὸν πολιτικὰ ἐφέρετο τῆδε. πῇ ἀλώσει δὲ τῆς Ἀντιοχείας καὶ τῶν λοιπῶν πόλεων, ἂς ἄνωθεν ἀπηριθμησάμεθα, περιαλγεῖς γεγονότες οἱ ἀπανταχοῦ γῆς ὅντες Ἀγαρηνοὶ καὶ τὰ λοιπὰ ἔθνη τὰ τὴν ὁμοίαν αὐτοῖς σίβοντα θρησκείαν, Αἰγύπτιοι, Πέρσαι, Ἄραβες, Ἐλαμῖται, καὶ οἱ τὴν Εὐδαίμονα λεγομένην οἰκοῦντες καὶ τὸ Σαβᾶ συμφωνήσαντες καὶ ὁμαιχμίαν θέμενοι, δόναμιν πανταχόθεν ἡθροικότες μεγάλην καὶ ἡγεμονεύειν αὐτῆς τάξαντες Καρχηδονίους Ζώχαρ ἔχοντας ἄρχοντα, πρακτικὸν ἄνδρα καὶ τὰ εἰς πολέμους δεινὸν, ὡς ἄν ἀκριβεῖς καὶ ἐπιστήμονας τῶν τε κατὰ γῆν καὶ θάλατταν ἔργων, ἐξῆλθον κατὰ Ῥωμαίων ὑφ´ ἕν τὰς πάσας συναγαγόντες δυνάμεις, εἰς κατὰ μαχί μων ἀνδρῶν χιλιάδας ἀριθμουμένας. ΘΟθ] καὶ τὴν κατὰ Δάφνην Ἀντιόχειαν καταλαβόντες ἔπο λιόοκουν ἐπιμελῶς. Γενναίως δὲ τῶν ἔνδον καὶ εὐψύχως τὴν πολιορκίαν ὁφίσταμένων ἐπὶ μακρὸν ἐπετείνετο ἡ πολιορκία, Ἀγγελθείσης δὲ τῆς τῶν ἐονῶν συνόδου τῷ βασιλεῖ γράμματα ταχέως ἐπέμποντο πρὸς τὸν στρατηγὸν Μεσοποταμίας, τὰς ἐκεῖσε κελεύοντα δυνάμεις ἀθροῖσαι καὶ βοηθῆσαι ταχὺ τοῖς πολιορκουμένοις· ἔπεμῷε δὲ καὶ ἄρχοντα τοῦ ὁλου στρατοῦ μετὰ καὶ δυνάμεων ἄλλων τὸν πατρίκιον Νικόλαον, ἕνα ὅντα τῶν ψκειωμένων αὐτῷ εὐνούχων, ὄς ταῖς λοιπαῖς προσμίξας δυνάμεσι, καὶ συμπλακεῖς τοῖς βαρβάροις μυριοπλασίοις οὖσιν, ἐτρέψατο λαμπρῶς καὶ ἐσκέδασεν ἐνὶ πολέμῳ, καὶ τὰς ὄπὸ Ῥωμαίους οὖ σας πόλιις ἐν τῷ ἀσφαλεῖ κατεστήσατο. Τῷ ἔθνει δὲ τῶν Ῥὼς ὄν εἴπομεν τρόπον τὴν Βουλγαρίαν χειρωσαμένῳ, δοριαλώτους δὲ κατασχόντι καὶ τοὺς δύο υἱοὺς τοῦ Πέτρου Βορίσην καὶ Ῥωμανὸν, οὐκέτι ἦν βουλητὸν ἡ ἐπ´ οἵκου ὑποστροφή, ἀλλὰ τὴν τοῦ τόπου θαυμάσαντες εὐφυίαν, μακρὰ χαίρειν εἰπόντες ταῖς πρὸς Νικηφόρον τὸν βασιλέα γενομέναις συνυήκαις, συμφέρον ἐνόισαν αὐτοῖς μεῖναι κατὰ χώραν καὶ τῆς γῆς κυριεύειν, Ἐνῆγε δὲ πρὸς τοῦτο πλέον αὐσοὺς καὶ ὁ Καλόκυρος, λέγων, ὅτι εἰ παρ´ αὐτῶν ἀναγορευθῇ βασιλεὺς Ῥωμαίων, αὐτὸς τὴς τε Βουλγαρίας ἐκστήσεται καὶ σπονδὰς ποιήσει διηνεκεῖς, καὶ τὰς συμφωνηθείσας δοθῆναι δόσεις αὐτοῖς παρέξει πολλαπλασίως, καὶ συμμάχους ἔξει καὶ φίλους αὐτοὺς διὰ θίου. Οἴστισι ῥήμασι χαυνωθέντες οἱ Ῥὼς τῆς τε Βουλ γαρίας ὡς δορικτήτου ἀντεποιοῦντο κτήματος, καὶ διαπρεσβευσάμενον τὸν βασιλέα καὶ ὁποσχόμενον ἐπιτελέσειν ἄπαντα τὰ τῷ Νικηφόρῳ ἐπηγγελμένα οὐ προσεδέξαντο ἀποκρίσεις δόντες βαρβαρικῆς πεπληρωμένας ἀ αονείας, ὡς ἀναγκασδῆναι τοῦτον διὰ μάχης κρῖναι τὰ πράγματα. Γράμμασιν ον νἀλίγῳ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
