# Compendium Historiarum 2.64

Georgius Cedrenus, Compendium Historiarum, 2.64. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.64
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.64

τὰς Ἐῴας δυνάμεις πρὸς τὴν Ἐσπέραν διαβιβάσας, ἄρχοντά τε αὐταῖς ἐπιστήσας ὅν ὡνόμασι στρατηλάτην Βάρδαν μάγιστρον τὸν Σκληρὸν, οὖ τὴν ἀδελφήν Μαρίαν νόμιμον ἡγάγετο γαμετὴν ἰδιωτεύων ὁ βασιλεὺς, ἔμελλεν ἔαρος ἐφισταμένου καὶ αὐτὸς ἐξορμῆσαι. Οἱ Ῥὼς δὲ καὶ ὁ τούτων ἀρχηγὸς ὁ Σφενδοσθλάβος, τὴν τοῦ Ῥωμαϊκοῦ στρατεύματος ὡς ἐπύθοντο περαίωσιν, κοινοπραγήσαντες δεδουλωμένοις ἡδη τοῖς Βουλγάροις, προσειληφότες δὲ καὶ συμμάχους τούς τε Πατζινάκας καὶ τοὺς πρὸς δύσιν ἐν Παννονίᾳ κατῳκισμένους Τούρκους, καὶ διὰ πάντων στρατὸν πολεμιστὴν ἡθροικότες ἐς ὀκτακισχιλίους ἐπὶ τριάκοντα μυριάσι κορυφούμενον, καὶ τὸν Αἶμον διαβάντες, πᾶσαν ἐπυρπόλουν τὴν Θρῴοην καὶ ἐληίζοντο, πηξάμενοι παρεμβολὴν ἀγχοῦ που τῶν τειχῶν Ἀρκαδιουπόλεως, κἀκεῖσε τὴν συμπλοκὴν ἐκδεχόμενοι τοῦ πολίμου [ Ὁ δὲ μάγιστρος Βάρδας ὁ Σκληρὸς ὡς ᾔσθετο κατὰ πολὺ τῷ πλήθει λειπόμενοσπεριίστατο γὰρ αὐτῷ πᾶσα ἡ στρατιὰ εἰς ιβʹ χιλιάδας, στρατηγικαῖς ἐγνω ἀπάταις τοὺς ἐναντίους περιελθεῖν καὶ τέχνῃ καὶ μηχανῇ τὰ τοσαῦτα κατεργάσασθαι πλήθη. Ὁ δὴ καὶ γέγονε. Συγκλείσας γὰρ ἑαυτὸν σὺν τῇ στρατίᾳ κἴπω ταικῶν. πολλὰ προκαλουμένων τῶν πολεμίων ἐξελθεῖν καὶ περὶ τῶν ὅλων διαγωνίσασθαι, οὐχ ὑπήκουσεν, ἀλλ´ ἐκαρτέρει ὡς τάχα δειλιάσας, βλέπων τοὺς ἀντιπάλους τὰ παρατυχόντα φέροντάς τε καὶ ἄγοντας. Τοῦτο δὲ τὸ βούλευμα μεγάλην καταφρόνησιν ἐνεποίησε τοῖς βαρβάροις· οἰηθέντες γὰρ ὡς ταῖς ἀληθείαις ειλίᾳ συνεχόμενος ὁ Σκληρὸς συγκεκλεικὼς ἕχει τείχους ἔνδον τὰς Ῥωμαικὰς φάλαγγας, ἐπεξελθεῖν μὴ τολμῶν, ἀδεῶς τε ἐσκεδάννυντο καὶ ἀμελῶς ἐστρατοπεδεύοντο καὶ τῆς πρεπούσης ἡμέλουν φυλακῆς, πότοις καὶ μέθαις καὶ αἡλοῖς καὶ κυμβάλοις καὶ ἀρχήσεσι βαρβαρικαῖς διανυκτερεόοντες καὶ μηδενὸς τῶν δεόντων ἐπιμελόμενοι. Καιροῦ τοίνον ἐπιτηδείου λαβόμενος ὁ Βάρδας, καὶ ὅπως ἐπίθηται τοῖς ἐχθροῖς εὖ μάλα διασκοπήσας, καὶ τὴν ἡμέραν καὶ τὴν ὥραν ὁρίσας, λόχους καὶ ἐνέδρας νυκτὸς ἐπί τινων εὐκαιροτάτων χωρίων στησάμενος Ἰωάννην πατρίκιον τὸν Ἀλακασέα μετά τινος ὀλίγης δυνάμεως ἐκπέμπει, προτρέχειν κελεύσας καὶ διασκοπεῖν τοὺς ἐχθροὺς καὶ θαμὰ πρὸς αὐτὸν μηνύειν καὶ ὅπη πάρεισιν ἀναδιδάσκειν, ἐπισκήψας δὲ καὶ συμμῖξαι τούτοις ἐγγίσασι καὶ ἄμα τῇ συμπλοκῇ δοῦναι τὰ νῶτα καὶ δόκησιν φευγόντων παρεσχηκέναι, μὴ ἀκρατῶς μέντοι γε φεόγειν, ὅλῳ ῥυτῆρι ἐνδόντας τοῖς ἵπποις τοὺς χαλινοὺς, ἀλλ´ ἡρέμα καὶ μετὰ τάξεως, ὅπη δὲ παρείκοι, καὶ ὄποστρέφοντας συρῥήγνυσθαι τοῖς ἐχθροῖς, καὶ οὕτω ποιεῖν μέχρις ἂν εἰς τοὺς λόχους τούτους, καὶ εἰς τὰς ἐνέδρας ἐναπσκλείσωσι, τότε δὲ ἀκόσμως φεύγειν καὶ προτροπάδην. Τριχῆ δὲ τῶν βαρβάρων διαιρεθέντωνούλγαροι μὲν γὰρ καὶ Ῥὼς τὴν πρώτην ἀνεπλήρου μερίδα, Τοῦρκοι δέ καθ´ ἑαυτοὺς ἧσαν μόνοι καὶ Πατζινάκαι ὡσαύτως], ἐρχόμενος οὖν ὁ Ἰωάννης συμπλέκεται τοῖς Πατζινάκαις κατὰ τύχην συνηντηκώς, καὶ ὥσπερ ἧν αὐτῶ πεφηγγελμένον, προσποιεῖται φυγὴν, σχολαίαν τὴν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
