# Compendium Historiarum 2.66

Georgius Cedrenus, Compendium Historiarum, 2.66. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.66
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.66

τὸν μάγιστρον· ὃν ἀφικόμενον ἐς τὴν Ἀσίαν κεακεύσι περαιωθῆναι, τὰ πρὸς τὸν προκείμενον ἀρκοῦντα ἀγῶνα εἰληφότα στρατεύματα, Ἔτυχε γὰρ Βάρδας ὁ Φωκᾶς ἀποδρὰς ἐξ Ἀμασείας, ἥν αὐκεῖν κατεκέκριτο, μετὰ συγγενῶν καὶ φίλων καὶ σνυκθων, μεθ´ ὧν ἀφανῶς φυνωμόσατο τὴν ἐν Καππαδοκία καταλαβεῖν Καισάρειαν, κἀκεῖσα Κταιραὸν οὐκ ὀλίγον ἀθροίσας, ὥν ἧσαν ἔταρχοι οἱ τοῦ πατρικίου Θεοδούλου παῖδες τοῦ Παρσακουτηνοῦ ρεόδωρος καὶ Νικηφόρος καί τις πατρίκιος ἄλλος Σομεών ὁ Ἀμπελᾶς, διάδημα περιθεὶς ἑαυτῷ καὶ τὰ λοιπὰ τῆς βασιλείας ἀνειληφὼς γνωρίσματα ἀποστασίαν κατὰ τοῦ βασιλέως κινῆσαι, τοῦ πατρὸς αὐτοῦ Αέοντος τοῦ κουροπαλάτου τοὺς μὲν ἀναπεί. σαντος δοώροις εἶς τοῦτο, τοῦς δὲ ὑποσχέσεσιν ἀιωμάτων καὶ κτήσεων, ὕπηρέτῃ πρὸς τοῦτο χρησκμένου τῷ τῆς Ἀβύδου ἐπισκόπῳ. Ἐβούλετο δὲ καὶ αὐτός ἐκ τῆς Λέσβου διαπερᾷν λάθρα σὺν τῷ υἱῷ Νικηφόρῳ εἰς τὰ ἐπὶ Θρῆκην χωρία. Γνωσθέντος δὲ τούτου τῷ βασιλεῖ, ἐπεὶ καὶ ὁ ἐπίσκοπος συνειλημμένος καὶ τοὺς ἐλέγχους οὐχ οἷός τε ὥν διαδιδράσκειν χάντα ἐξοῖσεν εἰς τοὺμφανὶς, παρεδόθη τοῖς δικασταῖς Ἀκουοσπαλάτης, καὶ ὑπὸ πάντων τούτων προστιμᾶται τεθνάναι σὺν τῷ υἱῷ· ἐπιεικέστερον δὲ Χρησαμένου τοῦ βασιλέως, ἀειφυγίᾳ καὶ τῶν ὀμμάτων πηρώσει καὶ ἄμφω καταδικάζονται, λεληθότως, ὡς λέγεται, τοῦ βασιλέως παραγγείλαντος τοῖς δημίοις μηδαμῶς τὰς ὄψεις τούτων λωβήσασθαι, ἀλλὸ δόκησιν μὲν παρασχεῖν ἐκτυφλώσεως, ἔργῳ δ´ ἰᾶσαι τούτους τὸ οἰκεῖον ἀποφέρεσθαι φῶς, ἀποκρύψαι δὲ καὶ ὅτι προστοταγμένον ἡν τοῦτο παρὰ τοῦ βασιλέως, ἐαυτοῖς δὲ τὸ ἷργον ἀναθὲσθαι ὡς τάχα φιλανθρωπευσαμένοις καὶ χαρισαμένοις τὸ βλέπειν αὐτοῖς. Καὶ τὰ μὲν τοῦ κουροπαλάτου εἰς τοῦτο ἐτελεύτα· διαβὰς δὲ ὁ Σκληρὸς εἰς τὴν Ἀσίαν κἀν τῷ Δορυλαίῳ γενόμενος πρῶτον μὲν ἀπεπειρᾶτο τοῦ Φωκᾶ καὶ τῶν τουτῳ συναιρομένων, εἴ πως συνηθείη σὀτὸς ἀγαθῶν ὁποσχέσεσιν ἀποστῆναι πεῖσαι τῶν βεβουλευμένων ὶ γὰρ δὴ καὶ παραγγελίαν εἰχεν ἐκ βασιλίως ὡς ἀνυστὸν ἀγωνίσασθαι ἐμφυλίου αἴματος καθαρὰς διατηρησαι τὰς χεῖρας· ὡς δ´ ἀνηνύτοις ἔγνω ἐπιχειρῶν ρασόνοντο γὰρ μᾶλλον ἢ ἐχαυνοῦντο ταῖς πρεσβείαις οἱ ἀποστάται, ἔργου ἡδη ἄπτεσθαι ἔκρινε [ΡὅΝθ] καὶ τὸν στρατὸν ἀγείρας ἀπῄει πρὸς τὴν Καισάρειαν. Ὅπερ οἱ σὺν τῷ Φωκᾷ ἐγνωκότες, καὶ τὸ ἐπ´ ἀδήλοις ἐλπίσιν ὀχεῖσθαι ἐάσαντες καί τὰ ἐν χερσὶ προτιμήσαντες, τὸς ἐκ τοῦ βασιλέως διδομένας αὐτοῖς δωρεὰς δεξάμενοι νυκτὸς ἐπιγενομένης σὐτομολοῦσι πρὸς τὸν Σκληρὸν, πρῶτος μὲν ὁ Διογένης Ἅδράλεστος, εἶτα καὶ ὁ Ἀμπελᾶς καὶ οἶ τοῦ Θεοδούλου παῖδες, οἱ καὶ τὸ πᾶν τῆς ἀποστασίας προκαταρτύσαντες, καὶ ἐφεῆς τὸ λοιπὸν ἄκαν πλῆθος, ὡς μόνον ἀθρόον μετὰ τῶν ἑαυτοῦ θεραπόντων παρελειφθῆναι τὸν φωκᾶν. Πάσης δὲ βοηθείας ἔρημος οὖτος ἄπολειφθεὶς, καὶ ἀνίᾳ βσκττισθεὶς καὶ λύπῃ κατά τῶν παρακινησάνων,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
