# Compendium Historiarum 2.67

Georgius Cedrenus, Compendium Historiarum, 2.67. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.67
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.67

εἶτα κροδεδωκότων, κατηνίχθη πρὸς ὕπνον ἔδη νυκτὸς ἐπιστάσης. Ἔδοξεν οὖν ὁπνώττων ἀγαναπεῖν καὶ ἀλύειν καὶ περὶ τῶν ἀδικησάντων διαλέγεσθαι τῷ Θεῷ, αΔίκασον, Κύριε, λέγων, τοὺς ἀδικοῦντάς με.» Ἐν ᾧ δὲ ἔμελλε τὰ ἑπόμενα εἰπεῖν τοῦ ψαλμοῦ, ἤκουσε γὰρ ὁ Σκληρὸς προειληφέναι τὸ ἐπίλοιπον τῆς ψδῆς. Διαναστὰς οὖν σύντρομος, ὡς ἔγνω πάσης ἐλπίδος ὡλισθηκὼς, ὡς εἶχεν ἐξιππασάμενος μετὰ τῶν περὶ αὐτὸν πρὸς τὸ φρούριον ἔφευγε τὸν Τυροποιόν. Γνωσθέντος δὲ τοῦ δρανμοῦ τῷ μαγίστρῳ Βάρδᾳ τῷ Σκληρῷ, ἱππεῖς ἀπεστέλλοντο εὖτωνοι καταταχῆσαι καί καταλαβεῖν αὐτὸν πρὸ ποῦ εἰς τοῦ φρούριον εἰσελθεῖν· οἵτινες συντόνῳ χρησάμενοι τῇ διώξει καταταλαμβάνουσιν αὐτὸν κατὰ τὸ πεδίον καὶ μέλλοντα ὅσον οὐδέπω ταῖς τοῦ φρουρίου προσιγγίζειν ὄπωρείαις. Εἶς δὲ τούτων τόλμῃ προφέρων καὶ γενναιότητι, τοὔνομα Κωνσταντῖνος, Χάρων τὴν προσηγορίαν, τοὺς ἄλλους κατόπιν λιπών μετὰ συντονίας ἐπήρχετο τῷ Φωκᾷ, ὅπισθεν οὐραγοῦντι οῶν ἐαυτοῦ, καὶ ἢν τις ἐπίῃ δέξασθαι προθύμως παρεσκευασμένῳ. Τοῦτον πόῥῥωθεν ἰδὼν καὶ γνωρίσας ὁ Χάρων θβρεσιν ἀσέμνοις καὶ ἀπρεπέσιν ἔβαλλεν, ἀγεννῆ καὶ ἄνανδρον ἀποκαλῶν, καὶ προσμένειν κελεύων μικρὸν ὥστε τὰ γέρα τῆς ἀποστασίας λαβεῖν. Ὁ δὲ τῶν θερεων ἐπακούων, καὶ ὅστις ὁ λέγων μὴ ἀγνοήσας, ἐπισχών τὸν χαλινὸν καὶ πρὸς ἐκεῖνον ἐπιστραφεὶς, Ἔδει σε, ὦ ἄνθρωπε, ἴφη, τὸ ἀστάθμητον λογισάμενον τῆς τῶν ἀνθρώπων τάχης μὴ προσονειδίζειν, μηδ´ ἐπεμβαίνειν ἀνθρώπῳ ταῖς ἐξ αὐτῆς ἐπῃρείαις ἡναγκασμένῳ, ἀλλ´ οἰκτείρειν μᾶλλον καὶ ἐλεεῖν τὸν δυστυχοῦντά με πατέρα μὲν ἐσχηκότα κουροπαλάτην, πάππον δὲ Καίσαρα, θεῖον βασιλέα, δοῦκα δὲ καὶ αὐτὸν γεγονότα καὶ τοῖς ἀνωτέρω συναριθμηθέντα, νυνὶ δὲ ἐσχάτοις κακοῖς ὑποβεβλημένον καὶ. ἀληρήμασι ο Τοῦ δέ, κ«Καλὰ ταῦτα, ὡ κακὴ κεφαλή, λέγεσθαι πρὸς παῖδας τοὺς δυναμένους ἀπατηθῆναι, εἰπόντος, ἐμὲ δὲ οὐ φενακίσεις τοῖς τοιούτοις σου λογυδρίοις καὶ τὸν ἵππον μυωπίζοντος καὶ θρασύτερον προσόντος, σπασάμενος ὁ Φωκᾶς τὴν ἐν τῇ ἐφεστρίδι παρῃωρημένην κορύνην καὶ ὕπαντιάσας παίει τοῦτον κατὰ τοῦ κράνους, καὶ αὐτὸν μὲν ἀποδείκνυσι νεκρὸν παραυτίκα, ἐμποδίσαι μὴ δυνηθείσης τῆς κόρυθος τῇ βίᾳ τῆς πληγῆς, ἐκεῖνος δὲ ἀποστρέψας τὸν χαλικὸν εἴχοτο τῆς ὀδοῦ. Οἱ δὲ διώκοντες κατόπιν ἐρχόμενοι, καὶ ἱνθα ὁ Χάρων τεθνηκώς ἔκειτο γενόμενοι,

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
