# Compendium Historiarum 2.71.1-8

Georgius Cedrenus, Compendium Historiarum, 2.71.1 to 2.71.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.71.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.71.1

τε τὸν ἐκ Κισοείας αὐτῶν τῶ πλήθει ἀρχηγὸν ἐτιστνσας προηγεῖσθαι ἐπέσκηψε τοῦ στρατοῦ, καταπκαποῖν τε τὸ πλῆθος τῶν ἐναντίων καὶ αὐτῷ διδόναι γνῶσιν, εἰ προχωροίη δέ, καὶ διάπειραν τῆς αὐτῶν ἱσχύος ἀροβολισάμενον εἰληφέναι· αὐτὸς δὲ κατόπιν εἵπετο συντεταγμένος μετὰ πάσης τῆς στρατιᾶς, Οἱ σὺν τῷ Θεοδώρῳ γοῦν ἐπείπερ εἰς χεῖρας ἦλθον τοῖς πολεμίοις, ἐμπίπτουσι τούτοις ῥαγδαῖοι. Οἱ δὲ Ῥῶς λνέδραν εὐλαβηθέντες πρόσω μὲν οὐκέτι ἐχώρουν, πολλῶν δὲ πληγέντων καί τινων δὲ πεσόντων ἐκκλίναντες ἐς τὰ πλησίον σκεδάννυνται ὅρη καὶ τὰς ἐκεῖσε νάπας βαθείας καὶ ἀμοιλαφεῖς τὸγχανούσας, καὶ διὰ τῆς ὀρεινῆς ἐπὶ τὴν Δρίσιραν ἐπανασώζονται. Ἡσαν δὲ τὸ πλῆθος οὗτοι ἐπτακιαχίλιοι, οἱ δὲ τούτοις συμπλακέντες καὶ τρεώάμενοι Ῥωμαῖοι τὸν ἀριθμὸν τριακόσιοι, Ἐνωθέντες δʹ οἶ Ἐκύραι τῶ Σφενδοσθλάβῳ, καὶ τοῦτον ἐκεῖθεν ἀναστήσαντες μετὰ παντὸς τοῦ στρατοῦ, πρὸ δώδεκα τοῦ Δοροστόλου μιλίων αὐλίζονται, ἀς τριακοσίας καὶ τριάκοντα χιλιάδας ἀριθμούμενοι [Ο] καὶ τὸν βασιλέα ἐπιόντα ἐκθύμως καὶ ῥωμαλέως ἐκδεχόμενοι. Οἱ δὲ Ῥωμαῖοι ταῖς ἑξ ὁπογύου νίκαις γαυρούμενοι καὶ τὴν τὰ πάντα κρῖναι μέλλουσαν μάχην προσδεχόμενοι, εἰδότες δ´ ὅτι καὶ Θεὸν συλλήπτορα ἔξουσιν, οὐ τοῖς ἀδίκων χειρῶν ἄρχουσι φιλοῦντα, ἀλλὰ τοῖς ἀδικουμένοις διᾶ παντὸς ἐπαρήγειν, οὖ μόνον οἱ εὐψυχότεροι, ἤδη δὲ καὶ οἱ καταπλῆγες καὶ μαλακοὶ τὰς ψυχὰς πρόθυμοι καὶ θαέῥαλέοι ἐγίνοντο καὶ πρὸς τὴν συμπλοκὴν λίαν ἐσφάδαζον. Βἰς ὅώιν Δὲ τῶν στρατευμάτων ἀλλήλοις γενομένων, καὶ λάγοις παρακλητικοῖς τοῦ τε βασιλέως καὶ τοῦ Σφενδοσθλάβου τοὺς οἰκείους ἐπιῤῥωσάντων καὶ τὰ τῶ καιρῷ πρόσφορα παρακελευσαμένων, ὡς αἱ σάλπιγγες τὸ ἐνυάλιον ἡχησαν, συρρήγνυται ἀλλήλοις τὰ πλήθη τῆν αότὴν ἔχοντα προθυμίαν. Καὶ κατὰ μὲν τὴν πρώτην προσβολὴν οἱ Ῥωμαῖοι μετὰ βύμης ἐπενεγθέντες σφοδρᾶς καὶ πολλοὺς καταλαβόντες τὰς βαρβαρικὰς τάξεις κατέσεισαν· οὐ μήν χε καὶ ὑπαγωγὴ τῶν ἐναντίων ἐγένετο οὖτε τῶν Ῥωμαίων λαμπρὸς διωγμὸς, ἀλλ´ ἐπιῥῥώσαντες πάλιν ἑαυτοὺς οἱ Σκύθαι αὖθις ἐπῆλθον μετ ἀλαλαγμοῦ τοῖς Ῥωμαίοις.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
