# Compendium Historiarum 2.80

Georgius Cedrenus, Compendium Historiarum, 2.80. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.80
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.80

Σχῆμα μὲν οὖκ καὶ ὅνομα μόνον τοῖς βασιλεῦσι περιετέθειτο, ἡ δὲ μεταχείρησις τῶν πραγμάτων παρὰ τοῦ προέδρου ἐνηργεῖτο Βασιλείου διὰ τὸ νεάζον τῆς ἡλικίας τῶν βασιλέων καὶ ἁπαλὸν καὶ μήπω βεβηκὸς τοῦ φρονήματος. Ὁς ἄμα τι περιῆλθεν εἰς τοὺς παῖδας τοῦ Ῥωμανοῦ τὸ κράτος, καὶ ἄμα ταχυδρόμους ἐκπέμψας ἄγει τὴν αὐτῶν μητέρα ἀπὸ τῆς ὄπερορίας εἰς τὰ βασίλεια. Δεδιὼς δὲ καὶ τὰς κατὰ τῆς βασιλείας ἐπαναστάσεις, καὶ μᾶλλον τῶν ἄλλων Βάρδαν μάγιστρον τὸν Σκληρὸν, ἀφ τῆς βασιλείᾳ ἐφεδρεύοντα καὶ διὰ παντὸς τὴν ἀποστασίαν ὡίνονταλω γὰρ καὶ ἐπὶ τοῦ βασιλέως Ἰωάννου ἐπιβουλεύων, καὶ καταδικασθεὶς ἐξορυχθῆναι τοὺς ὀφθαλμοὺς ἐξεῥρόσοη παρ´ αὐτοῦ τῆς ποινῆς), τοῦτον μάλιστα δεδοικὼς πᾶσαν τηνικαῦτα τὴν Ῥωμαϊκὴν δύναμιν ἐγκεχειρισμένον καὶ Ἐπη καὶ βούλοιτο ῥᾳδίως ἄγοντα καὶ μετακυβεύοντα ν γὰρ στρατηλάτης προβεβλημένος πάσης Ἀνατολῆς συμφέρον εἶναι τῇ βασιλείᾳ καὶ ἀσφαλὲς ἐνόμιστ τὸ πολὺ τῆς δυνάμεως ἀκρωτηριάσαι καὶ ἀσφενὲστι. ρον αὐτὸν ἀποφήνασθαι πρὸς τὴν ὑποπτευομένην ἀποστασίαν. Καὶ γοῦν καὶ παραλύει τοῦτον τῆς τοῦ στρατηλάτου ἀρχῆς, δοῦκα δὲ ἀποδείκνυσι τῶν ἐν τῇ Μεσοποταμίᾳ ταγμάτων, ἐπαγρυπνεῖν κελεύσας τὰς ἐκδρομὰς τῶν Σαρακηνῶν φυλάττοντα. Τὸ δ´ αὐτὸ τοῦτο καὶ εἰς Μιχαήλ τὸν Βούρτζην ὕποπτον ὄντα ἐμηχανήσατο, διαστῆσαι τοῦτον τῆς τοῦ Σκληροῦ ἐταιρείας σπουδάσας υνῆν γὰρ καὶ οὗτος αὐτῷ τάγματός τινος κατάρχων στρατιωτικοῦ]. ὅνπερ τῶν τῷ μαγίστρων τιμήσας ἀξιώματι [ΟΒΞ] δοῦκα τῆς παρὰ τῶν Ὁρόντῃ Ἀντιοχείας προβάλλεται. Ἔφορον δὲ καὶ ἐπιστάτην τῶν ἰῴων ἀποδείκνυσι κάντων τανιμάτων τὸν πατρίκιον Πτρον τὸν τοῦ ωκᾶ δοῦλον, στρατοπεδάρχην αὐτὸν ὀνομάσας, τομίαν μὲν ἄνθρωπον, δραστήριον δ´ ἄλλως καὶ τὰ πολεμικὰ ἐμπειρότατον. Τοῦτο δὲ τὸν Σκληρὸν σφόδρα ἐλύπησεν, ὡς μηδὲ παρ᾽´ ἑαυτῷ δυνηθῆναι συγκαλύώαι τὴν ἀνίαν μεγαλοψύχως, ἀλλ´ ἐπεγκαλέσαι καὶ προσονειδίσαι, εἰ ἀντὶ τῶν ὁπ´ αὐτοῦ γενομένων ἀνδραγαθημάτων τε καὶ τροπαίων τοιαύτας ἀντιλαμβάνει τὰς ἀιοιβὰς, ἐπὶ τὸ χεῖοον προκόπτων κῤν ἀλίγον ἢ οὐδὲν τῷ παρακοιμωμένῳ ἐμέλησεν, ἀγαπᾷτ εἰπόντι τοῖς δεδομένοις καὶ μὴ ἐπέκεινα πολυπραγμονεῖν, ἱ μή που μέλλει ἀντὶ ἄρχοντος οἰκουρὸς ἔσεσθαι τῆς ἱδίας οἰκίας. Τούτων δὲ οὕτως οἰκονομηθέντων τῷ παρακοιμωμένῳ ἀπάρας ὁ Βάρδας τῆς βασιλίδος σὺν τάχει πολλῷ τὴν ἐγχειρισθεῖσαν αὐτῷ καταλαμβάνει ἀρχήν. Ἐν δὲ ταῖς προηγησαμέναις στρατηγίαις ἐμβριθὴς πολλάκις φανεὶς καὶ δραστήριος, καὶ ὑπὸ παντὸς, ὡς ἕπος εἰπεῖν, τοῦ στρατοῦ φιληθεῖς, καὶ πρὸς πολλοὺς οὓς ἐθάῤῥει τὸ τῆς μελέτης παραγυμνώσας μυστήριον, καὶ μᾶλλον τῷ τάγματι τῶν στρατηλατῶν, ἄρτι τε καιρὸν οἰηθεὶς ἐπιτή δειον εἰς τὸ ἀνακαλύψαι τὸ σπουδαζόμενον, μετὰ τῶν ἀπιτηδείων σκεψάμενος, ἣν ἐκ μακρῶν ὡδινεν ἀποτίκτει ἀποστασίαν, καὶ κατὰ τῶν βασιλων καὶ τῶν ὁμοφύλων αἴρει τὰ ὅπλα. Εὐθὺς οὖν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
