# Compendium Historiarum 2.82

Georgius Cedrenus, Compendium Historiarum, 2.82. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.82
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.82

ἀκέραιον, μόνους δὲ ηἕφρανε τοὺς ὅσοι ταῖς ἐναλλαγαῖς ἡδονται τῶν πραγμάτων καὶ χαίρουσι ταῖς λεηλασίαις. Ταχύ τε οὖν γράμματα πρὸς τὸν στρατοπεδάρχην ἐγένοντο Πέτρον, καὶ ταχὺ τὸ ὑγιαῖνον τοῦ στρατοῦ μέρος ἡθροίζετο ες Καισάρειαν. Ἐν ὅσῳ δὲ ταῦτα ἐπράττετο, ὁ σύγκελλος Στέφανος καὶ τῆς Νικομηδείας πρόεδρος, ἀνὴρ ἐλλόγιμος καὶ ἐπὶ σοφία καὶ ἀρετῇ διαβόητος καὶ πειθοῖ μαλάξαι ἱκανὸς γνώμην σκληρὰν καὶ ἀτίθασσον, πρέσβυς εἰς τὸν Σκληρὸν ἀποστέλλεται, εἴ πῶς δυνηθῇ πεῖσαι τοῦτον ἀποθέσθαι τὰ ὅπλα. Ἀλλ´ οὖτος πρὸς ἕν ἔχων τὴν διάνοιαν τεταμένην, τὴν τῆς βασιλείας ὅρεξιν ἐλθόντα πρὸς αὐτὸν καὶ πολλὰ εἰπόντα ἐπάγωγὰ καὶ θελκτήρια, λόγων μὲν πολλῶν οὐκ ἡξίωσεν, ἀνατείνας δὲ τὸν δεξιὸν πόδα καὶ τὸ κοκκοβαφὲς δείξας πέδι. λον, Ἀδύνατόν, ὧ ἄνθρωπε, ἔφη, τὸν τοῦτο ἄπαξ περιβαλόμενον ἐπ´ ὅψει πολλῶν ῥᾳδίως ἀποβαλεῖν. θΕ Φράσον τοίνυν τοῖς ἀποστείλασιν Δς ἢ ἰκοντί με παραδέξονται βασιλέα, ἡ καὶ μὴ βουλομένῳ πειράσομαι λαβεῖν τὴν ἀρχήν.» Ταῦτα εἰπών καὶ προθεσμίαν ἡμέρας τεσσαράκοντα δεδωκὼς ἀπαλλάττεσθαι κελεύει. Ἐπαναδραμόντος δὲ τοῦ συγκέλλου καὶ την ἀπόκρισιν ἀποκομίσαντος τοῦ Σκληροῦ τοῖς βασιλεῦσι καὶ τῷ τὴν βασιλείαν ἱθύνοντι Βασιλείῳ, γράμματα ἐφοίτων προς τὸν στρατοπεδάρχην ἐμφυλίου μὲν μὴ κατάρχειν πολέμου, τὰς δὲ παρόδους τηρεῖν ἀσφαλῶς, καὶ ἥν τις ἐπίῃ πολεμήσων, ἀμόνεσθαι. Ὁ δὲ Σκληρὸς ἀπιὼν πρὸς Καισάρειαν προδρόμους ἀπέστειλε καὶ κατόπτας,, ἀφ´ ᾧ κατασκοπεῖν, καὶ ὅπηπέρ εσιν οἱ ἐναντίοι μηνόειν, καὶ προομαλίζειν αὐτῷ τὴν ὁδόν. Ἐξαρχος δὲ τῶν πεμφθέντων προκέκριτο Ἀνθης ὁ Ἀλοάτης. Οἵτινες καταντήσαντες ὄν τινι στενοχωρίᾳούκου Λίθον τὸν τόπον κατονομάζουσι καὶ μέρει τῆς βασιλικῆς στρατιᾶς ἐντυχόντες ἄρχοντα ἐχούσης Εὸστάθιον μάγιστρον τὸν Μαλεῖνον, ἁπεπειρῶντο τοῦ συναντήματος καὶ ἀκροβολισμοὺς ἐποιοῦντο. Ἐπί τινα δὲ καιρὸν ἀκροβολιζομένων ἀλλήλοις τῶν στρατευμάτων, καὶ μηδενὸς νῶτα διδόντος, ὁ Ἀλυάτης

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
