# Compendium Historiarum 2.84

Georgius Cedrenus, Compendium Historiarum, 2.84. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.84
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.84

μκόντων λαβών τῶν ἐντοπίων πλοῦτον συνλεξεν οὐκ ὁλίγον. Αὕτη ἡ νίαη πολλοὺς τῶν τῷ βασιλεῖ προσκειμένων κατέσεισε καὶ αὐτομολῆσαι πρὸς τὸν Σκληρὸν ἠνάγκασεν· ὅ τε γὰρ Βούρτζης πρῶτος αὐτομολεῖ τῷ Σκληρῷ καὶ ὁ πατρίκιος Ἀνδρόνικος καὶ δοὺς ὁ Λυδὸς σὺν τοῖς υἱέσι· Καὶ Ἀτταλεῖς δεσμὰ περιθέντες τῷ ναυάρχῳ τοῦ βασιλέως τῷ Κουρτίκῃ Μιχαὴλ προσχωροῦσι μετὰ παντὸς τοῦ στόλου, στρατηγεῖν παρὰ τοῦ Σκληροῦ πεμφθέντι τῶν Κιβυῤῥαιωτῶν ὸν ἀγελθίντων τῷ βασιλεῖ καὶ τῷ παρακοιμωμένῳ, βουλῆς προτεθιίσης ἔδοξε τῶν τῷ βασιλεῖ ᾠκειωμένων τινὰ ἰσοτύραννον εἰληφότα ἀρχὴν καὶ ἀνεύθονον, καὶ ἐξουσίαν ἔχοντα τιμαῖς τε προβιβάζειν καὶ δώροις καταπλουτίζειν τοὺς προσχωροῦντας, χωρῆσαι κατὰ τοῦ τυράννου. Ἡρεσεν ἡ γνώμη,, καὶ πέμπεται Λέων ὁ τοῦ βασιλέως πρωτοβεστιάριος, σύμβουλον εἰληφώς καὶ Ἰωάννην τινὰ πατοίκιον, ἄνδρα ἐπίσημον καὶ ἐπὶ λόγων ἐξει βεβοημένον, ἐξουσίαν ἐκ βασιλέως δεξάμενος πάντα ἀδιστάκτως ποιεῖν ὅσα ἔξεστι βασιλεῖ. Ἐλθὼν οὖν καὶ κατὰ τὸ τῆς Φρυγίας γενόμενος Κοτυάειον καὶ τῷ στρατοπεδάρχῃ ἐνωθεὶς Πέτρῳ ἐκεῖσε τὴν παρεμβολὴν ἐπήξατο, κατεσκηνωμένου τοῦ Βάρδα τυγχάνοντος ἐν τῷ Διποτάμῳ χωρίον δὲ βασιλικὸν τὸ Διπόταιμον. ἔ Μεσάναντα κατονοιάγοιαιν αἱ ἐγχώριοι. [Ρ θΘθ] Λάθρα οὖν ὑποσχέσεσι δωρεῶν καὶ τιμών προβιβασμοῖς ἐπειρῶτο διασύρειν τοὺς ἀποστάτας καὶ πρὸς ἑαυτὸν ἐπισπᾶσθαι καὶ εὔνους τιοέναι τῷ βασιλεῖ, δλάνθανε δὲ μᾶλλον ἐπιῤῥωννὸς τὰ ἀντίπαλον, ἀσθενείας σημεῖον λογιζόμενον τὴν καράκλησιν. Ὁθεν καὶ ἀπογνοὺς, ἄρας ἐκ Κοτοαείου καὶ τὸν Σκληρὸν νυκτὸς παρελάσας ἐχώρει πρὸς τὴν ἀνατολήν. Τοῦτο τὸ ἔργον λίαν τοὺς περὶ τὸν Σκληρὸν ἐδειμάτωσε, δεδιότας οὐ περὶ χρημάτων καὶ κτημάτων μόνον, ἀλλὰ καὶ περὶ τῶν τιμιωτάτων αὐτῶν. Πολλοὶ μὲν οὖν ἐξομνόμενοι τὴν ἀποστασίαν τῷ πρωτοβεστιαρίῳ προσέῤῥεον, ὡς κινδυ. Κνεύειν κονιορτοῦ δίκην διαλυθῆναι τὸ ἀποστατικόν. Ὅηερ τνα μὴ γένηται φοβηθείς ὁ Σκληρὸς τὸν μάγιστρον Μιχαήλ τὸν Βούρτζην, ἄρτι, ὡς εἴπομεν, προσκεχωρηκότα αὐτῷ, καὶ Ῥωμανὸν πατρίκιον τὸν Ταοωνίτην μετ´ εὐζώνου ἐκπέμπει στρατιᾶς, ἐμπι. δών ἵστασθαι τῷ πρωτοῦεστιαρίῳ κελεύσας, ἐπιτιθεμένους ἐξ ἐφόδου, καὶ τὰς ἐκδρομὰς κωλύειν ὡς δύναμις, συμπλοκῆς δὲ καθολικῆς κατὰ τὸ ἐγχωροῦν φείδεσθαι. Πλησιάσαντες δὲ τῷ βασιλικῷ στρατεύματι οἱ περὶ τὸν Βούρτζην ἠναγκάσθησαν καὶ ἄκοντες πολεμῆσαι παρὰ τὴν τοῦ Σκληροῦ παραγγελίαν, ἀπὰ τοιαύτης αἰτίας. Σαρακηνοὶ ἐκ τῆς πρὸς ἑῴαν Ἅεῥβοίας τὰ ἐτήσια τέλη Ῥωμαίοις κομίζοντες ἡγγέλλοντο πρὸς τὴν βασιλίδα ἀπιέναι, καὶ ὡς μέλλοισι κατά τινα ῥητὴν ἡμέραν διὰ μέσων ἰέναι τῶν στρατευμάτων. Καὶ ἐπειδὴ παρῆν ἡ κυρία καὶ ἔμελλον κατὰ τὸ λεγόμενον Ὀξύλιθον φρούριον οἱ Σαρακηνοὶ

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
