# Compendium Historiarum 2.86.1-8

Georgius Cedrenus, Compendium Historiarum, 2.86.1 to 2.86.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.86.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.86.1

τὴν ἤπειρον ἐτίθετο ἐπιμέλειαν. Καὶ δὴ κανουλλ πατρίκιον τὸν Ἐρωτικὸν, ἐκ γένους τε ἄνδρα καὶ ἐπ´ ἀρετῇ διαβόητον καὶ ἀνδρίᾳ, φρουρεῖν ἐκπέμπει τὴν Νίκαιαν. Μετὰ μικρὸν δὲ καταλαμβάνει καὶ Δ Σκληρὸς, καὶ τὰ πέριξ τῆς Νικαίας πυρπολήσας χωρία τελευταῖον καὶ ἐπ´ αὐτὴν τὴν Νίκαιαν ἔρχεται, καὶ λεπόλεσι καὶ μηχαναῖς ἐκπορθῆσαι ἠπείγετο. Γενναίως δὲ τοῦ Μανουὴλ ὑποδεξαμένου τὴν πολιορκίαν καὶ τὰς προσαγομένας τῷ τείχει κλίμακας καὶ μηχανὰς σκευαστῷ πυρὶ πυρπολήσαντος, τὴν ἐκ πολιορκίας ἅλωσιν ἀπογνοὺς ὁ Σκληρὸς ἐνδείᾳ τῶν ἀναγκαίων ἤλπιζεν αἱρῆσαι τὴν πόλιν, Χρόνου δὲ τῇ πολιορκίᾳ τριβέντος πολλοῦ καὶ τῶν ἔνδον πιεζομένων τῇ σιτοδείᾳ, [.Θ] μὴ ἔχων ὅ τι καὶ δράσιιν ὁ Μανουὴλ μηδ´ ὅθεν εἰσκομίσεται τὰ πρὸς τὸ γπν ἀναγκαῖα, ἐπιμελῶς τοῦ Σκληροῦ τὰς εἰσόδους τηροῦντος, ἀπάτῃ τὸν Σκληρὸν ἔγνω περιελθεῖν. Ἀμέλει καὶ τοὺς τῆς Νικαίας σιτοβολῶνας ψάμμου λεληθότως πεπληρωκὼς, καὶ σίτῳ ἀνωθεν τὴν ἐπιφάνειαν ἐπιχρώσας, ὡς κλέπτεσθαι τὰς ὅψεις τῶν θεωμένων, τινὰς τῶν ἡλωκότων ἀπὸ τῆς τῶν ἐναντίων μοίρας προσκαλεσάμενος ἐδείκνυ τὰ ταμιεῖα, καὶ πρὸς τὸν Σκληρὸν ἐπαφίησιν, εἰπεῖν ἐπισκήψας, ἔτιπερ, Τὴν ἐκ τοῦ λιμοῦ πολιορκίαν οὐ ὀέδοικαποχρώσας γὰρ ἔχω τροφὰς καὶ ἐπὶ δυσὶν ὅλοις ἔτεσι], πολιορκίᾳ δὲ ἄλλως ἡ πόλις ἀνάλωτος· τὰ σὰ δ´ ἐγὼ φρονῶν ἕτοιμός εἴμι ὑπεκστῆναί σοι τῆς πόλεως, εἶ ἐμοί τε καὶ τοῖς μετ´ ἐμοῦ δι´ ὅρκων δοίης ἀπιέναι ἄπη δὴ καὶ αἱρούμεθα. Ἀσμένως δὲ τοῦ Βάρδα δεξαμένου τὸν λόγον καὶ πίστεις πααεσχηκότας, τοὺς Νικαεῖς ὁ νανουήλ εἰληφώς καὶ τὸν ἀμφ´ αὐτὸν στρατόν μετὰ πάντων ὧν εἴχον, εἴσεισιν εἰς τὴν βοσιλεύουσαν. Τὴν Νίαιαν δὲ παρειληφὼς ὁ Σκληρὸς, καὶ τὸ περὶ τὸν σῖτον εὐρὼν ῥαδιούργημα ἡνιάθη μὲν ἐφ´ οἷς ἐξηπάτητο, φρουρὰν δ´ ὅμως ἀφείς ἀξιόμαχον ἐν αὐτῇ, καὶ στρατηγὸν Πηγάσιόν τινα ἐν αὐτοῖς ἐπιστήσας, αὐτὸς τῶν ἐφεξῆς εἴχετο ἕργων.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
