# Compendium Historiarum 2.87.11-19

Georgius Cedrenus, Compendium Historiarum, 2.87.11 to 2.87.19. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.87.11
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.87.11

Καὶ χρόνον μέν τινα ἀντέσχον οἱ περὶ τὸν Φωκᾶν, αὐτοῦ τούτου παριππεύοντος ἀπανταχοῦ καὶ τῇ σιδηρέᾳ κορύνῃ τὰς τῶν ἐναντίων ῥηγνύντος φάλαγγας καὶ μύρις ἐργαζομένου φόνον· ὅμως δὲ καὶ πάλιν νῶτα δεδωκότες οἱ περὶ τοῦτον ἐτράπησαν. Ἐκεῖθεν οὖν ὁ Φωκᾶς, ὡς εἶχε, διὰ ταχέων ἄνεισιν εἰς τὴν Ἰβηρίαν, καὶ Δαβὶδ τῷ τῶν Ἰβήρων ἄρχοντι προσελθὼν εἰς ἐπικουρίαν ᾔτει στρατόν· τοῦ δὲ μετὰ προθυμίας ὑπηρετοῦντοσπεφιλίωτο γὰρ τῷ Φωκᾷ ἀξ οὖ δοὺξ ἦν ἐν Χαλδίᾳ, λαὸν ἐκεῖρεν εἰληφὼς οὐκ ὁλίγον, ἀθροίσας δὲ καὶ τοὺς μετ´ αὐτοῦ ἰσκεδασμένους ὅντας ἐκ τῆς τροηῆς, κάτεισιν εἶς Παγκάλειαν ὅνοα στρατοπεδευσάμενος ἦν ὁ Σκληρός. Τόπος δὲ ἡ Παγκάλεια, πεδίον ἀναπεπταμένον τε καὶ Ἰππήλατον, ἔγγιστά που τοῦ ποταμοῦ Ἅλυος κείμενον. Καὲ γίνεται πάλιν καρτερὸς ἀγών. Ἐνταῦθα τὸν ἑαυτοῦ λαὸν θεασάμενος ὁ Φωκᾶς κατὰ μικρὸν ἐνδιδόντα καὶ πρὸς φυγὴν βλέποντα, [Ρ. ΟΘθ βέλτιον εἶναι κρίνας πὸν εὐκλεῆ θάνατον τῆς ἀγεννοῦς καὶ ἐπονειδίστοι γωῆς, τὰς τῶν ἐναντίων συγκόψας φάλαγγας πρὸς αὐτὸν μετὰ σφοδρότητος τεται τὸν Σκληρόν. εὐρώστως δὲ κἀκείνου τὴν αὐτοῦ ὑποδεξαμένου ὁρμὴν, καὶ μηδενὸς τῶν στρατιωτῶν ἐπιβοηθοῦντος, ἀλλὰ τῷ τῶν ἀρχηγῶν ἀγῶνι κριθῆναι τὰ πράγγατα βουλευομένωνκαὶ γὰρ δὴ καὶ ἐφαίνετο πάγεαλόν τι

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
