# Compendium Historiarum 2.88.1-10

Georgius Cedrenus, Compendium Historiarum, 2.88.1 to 2.88.10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.88.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.88.1

οέαμα καὶ κατάπληξιν τοῖς ὁρῶσιν ἐπάγον ἀνδρῶν δόο μονομαχία ἐπὶ εὐτολμίᾳ καὶ ῥώμῃ ψυχῆς μέγα σοονοῦντων), ὑποστάντες ἀλλήλους συστάδην ἐμάχοντο. Καὶ ὁ μὲν Σκληρὸς τοῦ ἵππου τοῦ Φωκᾶ τὸ δεξιὸν οὖς σὺν τῳ χαλινῷ παίσας ἀποκόπτει τῷ είφει. ὁ δὲ Φωκᾶς τῇ κορύνῃ πατάξας αὐτὸν κατὰ τῆς κεφαλῆς τοῦτον μὲν ἐπὶ τοῦ τραχήλου τοῦ ἵππου ῥίπτει τῷ βάρει τῆς πληγῆς κατενεχθέντα, αὐτὸς δὲ τὸν ἵππον κεντρίσας καὶ τὰς τῶν ἐναντίων διατεμών φάλαγγας ἔξεισι, καὶ πρός τινα λόφεν ἀνελθών τοὺς ἐκ τῆς τροπῆς ἀνεκαλεῖτο. Οἱ δὲ περὶ τὸν Σκληρὸν κακῶς ἔχοντα τοῦτον ἐκ τῆς πληγῆς θεασάμενοι καὶ ἥδη λειποψυχοῦντα τῷ τραύματι ἐπί τινα πηγὴν ἄγουσι τὸν λύθρον ἀπονιψόμενον· ὁπώπτευον γὰρ καὶ τὸν Φωκᾶν τελείῳ δη παραδοθῆναι ἀφανισμῷ. Τοῦ ἵππου δὲ ἀποσκιρτήσαντος καὶ τὸν κατέχοντα ἀποδράντος καὶ διὰ τῶν στρατευμάτων ἐπιβάτου χωρὶς θέοντος ἁτάκτῳ ῥύμῃ, καὶ τῷ αἵματι πεφυρμένουΛγύπτιον τὸν ἵππον ἐκάλουν, καὶ καταμαθόντες οὖτινος ὁ ἵππος, καὶ νομίσαννες τὸν ἑαυτῶν ἄρχοντα πεπτωκέναι, ἀκόσμως τρέπονται πρὸς φψὴν, κρημνοῖς καὶ Ἀλυι τῷ ποταμῷ ῥιπτοῦντες ἑαυτοὺς καὶ ἀκλεῶς ἀπολλύμενοι, μηδενὸς ὅντος ῆ διώκοντος. Τοῦτο κατιδὼν ὁ Φωκᾶς ἀπὸ τοῦ λόφου, καὶ θεῖον ἔργον εἶναι τὸ πρᾶγμα, ὥσπερ ἦν τἰκλς ὢποτοπάσης κάτεισι μετὰ τῶν συνόντων ἐπιδιώκων τοὺς φεύγοντας ὑπ´ ἀλλήλων συμπαλουμένους καὶ ἀλκῆς ὄλως μὴ μεμνημένους, καὶ τοὺς μὲν ἀναιρῶν, τοὺς δὲ χειρούμενος. Ὁ δέ Σκληρὸς μετ´´ ὀλίγων διασωθεὶς φεύγει πρὸς Μαρτυρόπολιν· ἐκεῖθεν δὲ πρεσβευτὴν ἐκπίμπει τὸν ἑαυτοῦ ἀδελφὸν Κωνσταντῖνον πρὸς Χοσρόην τὸν τῆς Βαβυλῶνος ἄρχοντα, ἐπικουρίαν καὶ συμμαχίαν αἰτῶν. Παρέλκοντος δ´ ἐκείνου καὶ μήτε τῇ δόσει συντιθεμένου μήτ´ ἀπαναινομένου, καὶ τοῦ Κωνσταντίνου χρονοτριβοῦντος, ἠναγκάσθη καὶ αὐτὸς ὁ Σκληρὸς μετὰ τῶν συνόντων ἀπάντων πρὸς Χοσρόην φοιτῆσαι Τῆς δὲ τοῦ Σκληροῦ τροπῆς ἀγγελθείσης τῷ βασιλεῖ διὰ γραμμάτων τοῦ Φωκᾶ, καὶ τῆς εἰς βαβυλῶνα ἀναχωρήσεως, τοῦτον μὲν ὁ βασιλεὺς ἀποῦεξάμενος ἀξίως ἐτίμησε, πρὸς δὲ Χοσρόην τὸν τῆς βαβυλῶνος ἀμερμουμνῆν πρεσβευτὴν ἐκπέμπει τὸν βέστην Νικηφόρον τὸν Οὐρανὸν, ἱκετεύων μηδεμιᾶς ἐπιστροφῆς ἀξιῶσαι τὸν ἀποστάτην, μηδὲ θελῆσαι παράδειγμα γενέσθαι τοῖς ὀψιγόνοις φαῦλον, ἀμελήσας μὲν βασιλέως ἀδικουμένου βασιλεὺς καὶ αὐτὸς ὤν, Ρ.

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
