# Compendium Historiarum 2.89

Georgius Cedrenus, Compendium Historiarum, 2.89. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.89
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.89

σ,μμπωαακς καὶ κκφπωὰ ωηκοοκω να οσφλ πρὸς κίαυ τοῦ Παρσακουτῆνοῦ τῷ βασιλεῖ προσεχώρησαν. Τότε δὴ καὶ Ἀντώνιος ὁ πατριάρχης κατὰ τὴν τοῦ Σκληροῦ ἀποταξάμενος ἀποστασίαν τῇ ἱερατείᾳ, ἀπεβίω· καὶ χειροτονεῖται πατριαρνης Νικόλαος ὁ τὴν ἐπωνυμίαν Χρυσοβέργιος, τῆς Ἐκκλησίας ἀποιμάντου διατελεσάσης ἐπὶ ἔτη τέσσαρα πρὸς τῷ ἡμίσει. Ἐγένετο δὲ καὶ ἔκλειψις ἡλίου περὶ μέσην ἡμέραν, ὡς καὶ ἀστέρας φανῆναι. Τῶν δὲ Βουλγάρων ἄμα τῇ τελευτῇ τοῦ βασιλέως Ἰωάννου ἀποστατησάντων, ἄρχειν αὐτῶν προχειρίζονται τέσσαρες ἀδελφοὶ, Δαβὶδ, Μωϋσῆς, Ἀαρὼν καὶ Σαμουὴλ, ἑνὸς τῶν παρὰ Βουλγάροις μέγα δυνηθέντων κομητος ἄντες παῖδες καὶ διὰ τοῦτο κομητόπουλοι κατονομαζόμενο. Τῶν γὰρ κατὰ γένος προσηκόντων τῷ Πέτρῳ οἱ μεν ἄλλοι θανάτῳ διεκόπησαν, Βορίσης δὲ καὶ Ῥωμανὸς οἱ τοῦτου υἱοὶ εἴς τὸν πόλιν εἶσανθέν. τες, ὡς ἐν τοῖς ἔμπροσθεν εἰρηται, ἔμενον ἐν αὐτῇ, ὁ μὲνμά γιστρος παρὰ τοῦ βασιλέως τιμηθεὶς Ἰωάννου ὁ δὲ Ῥωμανὸς ἐκτμηθεὶς τὰ παιδουργὰ μόρια παρὰ τοῦ παρακοιμωμένου πρότερον Ἰωσήφ. Καὶ ἐπεὶ συνέβη τὸν βασιλέα Ἰωάννην ἀποθανεῖν, ἐκεῖΠαν ἀποδιδράσκουσι, καὶ τὴν Βουλγαρίαν φθάσαι ἠπείγοντο. Καὶ ὁ μὲν Βορίσης τόξῳ βληθεὶς ἐν τῷ διιέναι κατά τινα λόνμην παρά τινος Βουλγάρου νομίσαντος αὐτὸν Ῥωμαῖον εἶναινεδέδυτο γὰρ στολὴν Ῥωμαῖκὴν) ἀπόλλυται, Ῥωμανὸς δὲ διασώζεται. καὶ χρόνῳ ὕστερον ἔπάνεισι πάλιν εἰς τὴν βασιλίδα, οΔς ἐν τῷ ἰδίῳ τόπῳ λελέξεται. Τούτων δὲ τῶν τεσσάρων ἀδελφῶν Δαβὶδ μὲν εὐθὺς ἀπεβίω ἀναιρερεὶς μέσον Καστορίας καὶ Πρέσπας καὶ τὰς λεγομένας Καλὰς δρῦς παρά τινων Βλαχῶν ὀδιτῶν, Μωσῆς δὲ τὰς Σέῤῥας πολιορκῶν λίθῳ ἀπὸ τοῦ τείχους βληθεὶς ἐτελεύτησε· καὶ τὸν Ἀαρών δὲ τὰ Ῥωμαίων, ὡς λέγεται, φρονοῦντα ἢ τὴν ἀρχὴν εἰς ἐαυτὸν σφετεριζόμενον ἀνεῖλεν ὁ ἀδελφὸς Σαμουήλ παγγενεὶ, κατὰ τὴν ιδ´ τοῦ Ἰουλίου μηνὸς, ἐν τῇ σοποθεσίᾳ τῆς Ῥαμετανίτζας, [. θθΕ] μόνου Βλα δοσθλάβου τοῦ καὶ Ἰωάννου διασωθίντος τοῦ πἱοῆ αὐτοῦ, παρὰ Ῥαδομηροῦ τοῦ καὶ Ῥωμανοῦ, τοῦ οἱοῦ τοῦ Σαμουήλ. Καὶ καθίσταται μόναρχος Βουλγαρίας ἀπάσης ὁ Σαμουήλ. Οὗτος πολεμικὸς ἄνθρωπος ὤν καὶ μηδέποτε εἰδώς ἡρεμεῖν, τῶν Ῥωμαικῶν στρατευμάτων ταῖς πρὸς τὸν Σκληρὸν μάχαις ἀσχολουμένων ἀδείας τυχών κατὲδραμε πᾶσαν τὴν Ἐσπέἢ Θεσσαλονίκῃ πρόσχωρα, ἀλλὰ καὶ Θετταλίαν καὶ ὧλλάδα καὶ Πελοπόννησον· καὶ πολλὰ φρούρια παρεστήσστο. ὧν ἦν τὸ κορυφαῖον ἡ Λάρισσα. πε τοὺς ἐποίκους μετώκισεν εἰς τὰ τῆς Βουλγαρίας ἐνδότερα πανεστίους, καὶ τοῖς καταλόγοις τῶν ἑαυτοῦ κατα´ τάξας στρατιωτῶν συμμάχοις ἐχρῆτο κατὰ Ῥωμαίων. Μετήγαγε δὲ καὶ τὸ λείψανον τοῦ ἁγίου Ἀχιλ λείου, ἐπισκόπου Λαρίσσης χρηματίσαντος ἐπὶ Κωνσταντίνου τοῦ Μεγάλου κἀν τῆ μεγάλῃ καὶ πρώτη σωνόδῳ παρόντος σὺν Ῥηγίνῳ Σκοπέλων καὶ Διοδώρῳ Τρίκκης, καὶ εἰς Ποέσπαν ἀπέθετο ἐν θα ἵσα ν αὐτῷ τὰ βασίλεια. Ἀαύνασοαι δὲ τοῦτον ὁ βασιλεὺς τῶν εἰργασμένων γλιχόμενος, ἐπείπερ ἀπετινάξατο τὰς περὶ τοῦ Σκληροῦ φροντίδας, τὰς Ῥωμαῖκὰς ὀθροίσας δυνάμεις αὐτὸς δι´ ἐαυτοῦ εἰσβολὴν ἐν Βουλγαρίᾳ ἐδόκει ποιήσασθαι, Βάρδαν τὸν Φωκᾶν ἔτι τῶν σχολῶν δομέστικον ὅντα καὶ τοὺς λοιποὺς ἑῴους δυνάστας μηδ ἀβιώσας λόγου. Εἰσερχόμενος δὲ ἐν Βουλγαρίᾳ δι

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
