# Compendium Historiarum 2.91

Georgius Cedrenus, Compendium Historiarum, 2.91. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.91
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.91

βασιλέα, διάδημά τε περιβέντες αὐτῷ καὶ τὰ λοιπὰ τῆς βασιλείας γνωρίσματα. Τούτου δὲ ἀναγορευθέντος ἡγγέλλιτο καὶ ὁ Σκληρὸς ἥκων ἀπὸ Συρίας. Καθειρχθεὶς γὰρ, ὡς εἴπομεν, παρὰ τοῦ Χοσρόου μετὰ τῶν περὶ αὐτὸν ἐν Βαβυλῶνι ἔμενε τηρούμενος ἐν τῆ φρουρᾷ πάσης ἐπιμελείας ἐστερημένος καὶ τῇ ἐκ τῆς καθείρξεως κακουχίᾳ καὶ ταῖς τῶν φυλαττόντων παροινίαις τοτρυχωμένος· ἐξαίφνης δ´ ἐπέλαμψεν αὐτῷ τόχη λαμπρὰ, καὶ τῆς φυλακῆς ἐκβάλλεται σὺν τοῖς ἀμφ´ αὐτὸν παραδόξως. Οἷῳ δὲ τρόπῳ τῶν δεσμῶν ἡλευθερώθη, καὶ ὅπως εἰς τὰ Ῥωμαίων ἧθη διεσώθη καὶ ἐπανῆλθεν, ἄπεισι λέξων ὁ λόγος. Τὸ τῶν Περσῶν γένος τὴν ἀρχὴν τῆς βασιλείας ἀφαιρεθὲν ὑπὸ τῶν Σαρακηνῶν ἀεὶ μὲν ἐνεκότει τούτοις καὶ ἐνεδομόχει, καὶ καιρὸν ἐζήτει καὶ μηχανὴν ὅπως τοὺς τὸ κράτος ἔχοντας κατασπάσῃ καὶ τὴν πάτριον πάλιν ἀναλάβῃ ἀρχήν· ἦν δέ τις ἑν αὐτοῖς ἀνὴρ ἐξ οὐγενοῦς σοιρᾶς καταγόμενος. Ἵναργος τοῦνομα, λέγειν τε δεινὸς καὶ ἄλλως πολεμικὸς, καὶ δραστήριος ἄνθρωπος. Οὗτος τὸν βασιλέα Χοσρόην κατανοήσας ἀνειμένως καὶ φαύλως ἄρχοντα, καὶ νῦν παρεῖναι ὄν ἐξήτουν οἱ Πέρσαι καιρὸν οἰηθεὶς, ἀνασείει τε τὸ γένος τῶν Ἀχαιμενιδῶν ἀπαν καὶ ἀπόστασιν κινεῖ κατὰ τῶν Σαρακηνῶν. Προσλαβόμενος δὲ καὶ μισθοφορικὸν ἀπὸ τῶν ἐῴων Τούρκων ἀμφὶ τὰς εἴκοσι χιλάδας ἐδήου καὶ κατἐτρεχε τὰ Σαρακηνῶν, [Ρ Οθῖ] ἄρδην ἀναιρῶν τοὺς ἄλισκομένους καὶ μηδὲ παίδων φειδόμενος. Πρὸς τοῦτον ὁ Χοσρόης πολλάκις καὶ διὰ τῶν οἰκείων στρατηγῶν καὶ αὐτὸς δι´ ἑαυτοῦ ἀντιπαραταξάμενος ἐν πάσαις ταῖς μάχαις ἡττήθη. Ἀπογνοὺς οὖν λοιπὸν καὶ εἶδὼς μὴ ὥν ἱκανὸς ὅπλα ἀπὸ τοῦδε κινῆσαι κατὰ Περσῶν, τῶν αὐτοῦ στρατευμάτων πολλάκις κατακοπέντων καὶ μηδ´ ὅνομα στεγόντων ἀκοῦστι Περσῶν, εἰς ἔννοιαν ἔρχεται τῶν ἐν τῇ φρουρᾷ Ῥω. μαίων, ἐπιλογισάμενος λίαν, ἐμφρόνως ὡς εἶ μή τις πῶν ἐπισήμων ἧν καὶ ἐμφανῶν ὁ καθειργμένος καὶ κατὰ ὡυνήν καὶ σῶμα γενναίως ἔχων, οὐκ ἂν τοῦ αἰκιίου δεσπότου κατεξανέστη καὶ ἓς τόδε ἀνάγεης αονάλασε τοῦτον, καὶ μετὰ ταῦτα φυγὰς καὶ βίον διαντλῶν ἀτυχῆ ὁπὸ τοσούτων καὶ τηλικούτων ὡς βασιλεὺς ἀνυμνεῖται. Κοινολογησάμενος μοτὰ τῆς ἐαυτοῦ γερουσίας ἐκβάλλει τε τὸν ἄνδρα τοῦτον καὶ τοὺς σὺν αὐτῷ τῆς φυλακῆς καὶ πάσης ἐπιμελείας καταξιοῖ, καὶ τελευταῖον τὴν περὶ τοῦ πολέμου προσφέρει ἀξίωσιν. Θρυπτομένου δὲ κατ´ ἀρχὰς τοῦ Σκληροῦ, καὶ μετ´ εἰρωνείας πῶς δν δυνηθεῖον λέγοντος ὅπλα κινῆσαι ἄνδρες ἐν τοσούτῳ καιρῷ καθειργμένοι καὶ κατακόρως μετασχόντες τῶν ἐκ τῆς φρουρᾶς κακοπαθειῶν, ὁ Χοσρόης καὶ πάλιν ἐνέκειτο, καὶ χρήματα λαβεῖν αὐτὸν ἱκέτευσν ἀριθμοῦ διεκπίπτοντα καὶ στρατεύματα πλήθει τε ἄπειρα καὶ λαμπρὰ ταῖς παρασκευαῖς, καὶ στρατηγῆσαι τὸν πόλεμον, καὶ μὴ μνησικακῆσαι τῆς καθείρξεως, ὡς δυναμένου καὶ αὐτοῦ τοῖς μετὰ ταῦτα καλοῖς καὶ ταῖς φιλοφροσύναις ἐπηλυγάσαι τὰ προφθάσαντα κακὰ καὶ τὸς ἐκ τῆς φυλακῆς ἀηδίας. Ιείθεται τὸ τελευταῖον

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
