# Compendium Historiarum 2.92.1-8

Georgius Cedrenus, Compendium Historiarum, 2.92.1 to 2.92.8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.92.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.92.1

ὁ Σκληρὸς, καὶ ἐκτελέσειν ὁπέσχετο τὸ κακελευσμένον. Στρατεύματα μέντοι λαβεῖν Ἀράβων ἢ Ἐαρακηνῶν ἡ ἐτέρων ἐθνῶν τῶν τῷ Χοσρόῃ ὑποκειμένων οὐδ´ ὅλως ἠνέσχετο, τὰς δὲ φύλακας τῶν ἐν Συρίᾳ πόλεων ἀναζστῆσαι ἡξίωσε, καὶ τοὺς ἐν αὐταῖς κρατουμένους Ῥωμαίους ἐξαγαγεῖν καὶ κατοπλίσαι, μενὰ τούτων καὶ οὐκ ἄλλως λέγων εἶναι δυνατὸν αὐτῷ τὸν πρὸς τοὺς Πέρσας ἀναδίξασθαι πόλεμον ἦδιξατο ὁ Χοσρόης τὸν λόγον, καὶ αἱ φυλακαὶ ταχὺ ἐνεῴγνυντο, καὶ οἱ ἐν αὐταῖς ἡλευθεροῦντο Ῥωμαῖοι, καὶ συνηθροίσθησαν ἀπὸ τούτων ἄνδρες ὁμοῦ τρισχίλιοι· οὐς εἰς βαλανεῖα ἐκδοὺς καὶ τὸν ἐκ τῆς καθαοίεως ῥύπον ἀποκαθάρας, ἐσθῆσί τε καὶ περιβολαῖς καιναῖς ἀμφιάσας, καὶ ἑκάστῳ τὴν προσνκουσαν καὶ ἀρκοῦσαν δοὺς παντευχίαν, ὁδηγοὺς τῆς ὁδοῦ λαβών ἔξεισι μετ´ αὐτῶν κατὰ τῶν Περσῶν. Γενομένης δὲ ἀντιπαρατάξεως, καὶ μετὰ ῥύμης σφοδρᾶς τῶν περὶ τὸν Σκληρὸν ἐπιθεμένων τοῖς Πέρσαις, ἐκεῖνοι τῷ ξένῳ τῆς καθοπλίσεως καὶ τῷ ἀήθει τῆς φωνῆς καὶ τῷ ἀγνώστῳ τῆς παρατάξεως τὸ δὲ πλεῖον καὶ τῇ ῥαγδαίᾳ φορᾷ καὶ ῥύμῃ τῶν Ῥωμαίων καταπλαγέντις τρέπονται κατὰ κράτος καὶ πίπτουσι κανσυδὶ, ὡς μηδ´ ἄγγελοντοῦτο δὴ τὸ τοῦ λόγου] περιλειφθῆναι τῆς συμφορᾶς, [. θβ] πεσόντος καὶ αὐτοῦ Ἰνάργου κατὰ τὴν προσβολήν. Λείαν δ´ Κτι πολλὴν περιβαλόμενοι καὶ ἵππους συχνοὺς οὐκθ´ ὑποστρέψαι πρὸς Χοσρόην ἐγνωσαν, ἀλλὰ τῆς ἑπὶ Ῥωμαίους ἀγούσης ἀψάμενοι καὶ συντόνῳ χρησάμενοι τῇ ὁδοιπορίᾳ ἔλαθον διαδράντες καὶ εἰς σφέτερα ἥθη διασωθέντες. ἕτερος δὲ λόγος ἔχει ὡς μετὰ τὴν κατὰ Περσῶν νίκην ἐπανελθόντας ἐδέξατο φιλοφρόνως αὐτοὺς ὁ Χοσρόης, καὶ ἐπεὶ μετ´ ὀλίγον τὸ τῆς ζωῆς αὐτὸν ἔφθασε τέλος, ἐπέσκηψε τῷ υἷῷ καὶ ὁμωνύμῳ καὶ μετ´ αὐτὸν βασιλεῖ συμμαχίαν δοῦναι τοῖς Ῥωμαίοις καὶ οἵκαδε πέμψαι. Καὶ ὃ μὲν Σκληρὸς ἐνὶ τῶν εἰρημένων τρόπων τῆν Ῥωμαίων καταλαμβάνει γὴν, εὑρὼν Βάρδαν τὸν Φωκαν ὡς βασιλέα ἀνευφημούμενον, καὶ αὐτὸς ὁμοίως παρὰ τῶν συνόντων ἀνευφημούμενος, Οὔτω δὲ τὰ πράγματα οὐρηκὼς διακείμενα διάφορος ἦν καὶ ποικίλος ταῖς γνώμαις·

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
