# Compendium Historiarum 2.94

Georgius Cedrenus, Compendium Historiarum, 2.94. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-cedrenus/compendium-historiarum/2.94
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-cedrenus/compendium-historiarum/2.94

τῆς μάχης ὁ Φωκᾶς τοῦ ξῇν ἀγεννῶς τὸ γενναίως ἀποθανεῖν εὐγενῶς προκρίνας, τὸν βασιλέα θεασάμενος πόῥῥωθεν τῇδε κἀκεῖσε καθιππαζέμενον καὶ τὰς τῶν οἰκείων διακοσμοῦντα τάξεις καὶ παραθαῥῥύνοντα, καὶ πρὸς ἑαυτὸν λογισάμενος ὡς εἰ τούτου ἐπιτυχὴς γένηται, ῥᾷον ἂν καὶ τοὺς λοιποὺς καταγωνιεῖται, τὸν ἵππον μυωπίσας ῥαγδαίως ἵκιτο κατ´ αὐτοῦ, τὰς ἐναντίας φάλαγγας διακόπτων καὶ ἀνυπόστατος τοῖς πάσι φαινόμενος. Ἡδη δὲ τῷ βασιλεῖ προσιγγίζων εὐθὺς ἀποστρέφει καὶ εἶς τινα λόφον ἄνεισι, καὶ τοῦ ἵππου ἀποβὰς καὶ πρὸς γῆν ἐκτείνας ἑαυτὸν ἀπέλιπε τὴν ζωήν, εἶτε παρά του τῶν στρατιωτῶν ἐν τῷ ἀτάκτως φέρεσθαι καιρίαν τυπεὶς, εἶτε καὶ ἄλλως ἀπὸ σωματικῆς ἀταξίας κατεργασθείς· πληγὴν μέντοι οὐδ´ ὅλως εὑρέθη ὲν τῷ σώματι ἔχων, καὶ διὰ τοῦτο ὁ λέγων λόγος δηλητηρίῳ αὐτὸν ἀναιρεθῆναι κρατεῖ. Φέροται γὰρ ὅτι Συμεὼν ὁ πιστικώτατος τῶν θεραπόντων αὐτοῦ, δώροις ὑπὸ βασιλίως ἀναπεισθεὶς, φαρμάκῳ τοῦτον ἀπέκτεινεν. Εἰώθει γὰρ ὁ Φωκᾶς ἐν τῷ πολέμῳ ὕδατος ψυχροῦ πρὸ τῆς συμπλοκῆς ἀπογεύεσθαι· ὄ κἀν ταύτῃ τῆ συμβολῇ ποιήσας ἔλαθε συγκαταπιὼν τῷ ὕδατι καὶ τὸ δηλητήριον. Ἐπὶ πολὺν δὲ χρόνον ἐν τῷ λόφῳ κειμένου τοῦ Φωκᾶ ψοντο πάντες διά τινα σωματικὴν μαλακίαν ἀναπαύσει μικρᾷ ἑαυτὸν ἐκδεδωκέναι· ὡς δὲ ἐχρόνιζε κείμενος καὶ προσελθών τις νεκρὸν αὐτὸν εὖρε καὶ ναυδον, καὶ δισγνώσθη τοῖς πᾶσιν ὁ τούτου θάνατος, οἱ μὲν ἀποστάται τόθὺς εἰς φυγὴν ὥρμησαν, τὰ δὲ τοῦ βασιλέως ἐπεῤῥώσθη στρατεύματα, καὶ ἐδίωκον ἀμεταστρεπτὶ, καὶ βωγροῦνται μὲν Λέων καὶ Θεόγνωστος οἱ Μελισσηνοὶ, Θεοδόσιος ὁ Μεσανύκτης καὶ ἄλλοι πολλοί. Οὓς μεθ´ ἐαυτοῦ ὁ βασιλεὺς εἰς τὴν πόλιν εἰσαγαγὼν διὰ μέσης κοριάμβεωσε τῆς ἀγορᾶς ὄνοις ἐφεζομένους, μόνου φεισάμενος Λέοντος τοῦ Μελισσηνοῦ. Λέγεται γὰρι οὖτος ἐπὶ τῆς παρατάξεως τῷ οἰκείῳ ἀδελφῷ Θιογώστῳ, ἐπιχλευάζοντι τοὺς βασιλεῖς καὶ ὕορεις ἀπρεπεῖς ὅς αὐτοὺς ἀποῤῥιπτοῦντι, ἐπιτιμῆσαί τε μετὰ δακρύων πολλὰ, καὶ παρακαλέσαι παύσασθαι τῆς ἀθυροστομίας καὶ μὴ ἀναιδῶς ἐνυβρίζειν εἶς τοὺς οἶκαίους δεσπότας· ἐπεὶ δὲ μὴ ἔπειθε, καὶ τὸν σειοομάστην ἐκτείνας δοῦναι τούτῳ πολλὰς, ὁστε καὶ τὸν βασιλέα θεωρὸν ὅντα τῶν γινομένων ἀνειπεῖν πρὸς τοὺς παρόντας· ἴδετε, ὧ οὖτοι, ἀφ´ νὸς ξύλου καὶ σταυρὸν καὶ πτύον· Διὰ ταύτην οὖν τὴν

---

Georgius Cedrenus, Compendium Historiarum. Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc001540.
