# Scholia Eis To Peri Eureseos Hermogenous 511.1

Georgius Diaeretes, Scholia Eis To Peri Eureseos Hermogenous, 511.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-diaeretes/scholia-eis-to-peri-eureseos-hermogenous/511.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-diaeretes/scholia-eis-to-peri-eureseos-hermogenous/511.1

ΠΡΟΛΕΓΟΜΕΝΑ ΕΙΣ ΕΥΡΕΣΕΙΣ. μάτων τε καὶ νοημάτων· νοήματα δὲ εἰσὶν ἐνθυμήματα καὶ παραδείγματα· περὶ δὲ τὰς λέξεις 32 καταγίνεται ἡ εὐρεσις πρὸς τὸ εὑρεῖν ἐπιτηδείας λέξεις καὶ πεποιημένας33 πρὸς τὸ ὑποκείμενον πρόσωπον. Ἰστέον δέ, ὡς ὁ πολιτικός λόγος εἰς τέσσαρα μέρη 34 διαιρεῖται, προοίμιον, διήγησιν, πίστιν, ἐπίλογον, περὶ ὧν 35 νῦν Ἐρμογένης ἐν τοῖς τρισὶ τόμοις διδάσκει· χρῶμεν γὰρ ἐν τῷ πολιτικῷ λόγῳ προοιμίων μὲν πρὸς τὸ προσεκτικωτέρους 36 ποιῆσαι τοὺς ἀκροατάς, διηγήσεως δὲ πρὸς τὸ διδάξαι τὸ πρᾶγμα, τῶν δὲ πίστεων πρὸς τὸ ἀνασχενάσαι καὶ κατασκευάσαι τὸ προκείμενον, τῶν δὲ ἐπιλόγων πρὸς τὸ ἐπιρῶσαι τὸν ἀκούοντα εἰς τὴν ὑπὲρ ἡμῶν ψῆφον. Ἐπεὶ 37 οὖν ὁ τεχνικὸς τέλειον λόγον ἐβουλήθη ἡμῖν παραστῆσαι, πῶς τε γίνεται καὶ ἐκ ποίων μερῶν συνίσταται τὰ 38 περὶ αὐτοῦ πάντα προὔθετο ἡμῖν δηλῶσαι· φασὶ τοίνυν, ὡς ὁ λόγος σώματι ἔοικεν, ἀναλογεῖ δὲ τῇ κεφαλῇ τὸ προοίμιον, αἱ διηγήσεις τοῖς μετὰ τὴν κεφαλήν, οἱ δὲ 39 ἄγωνες τοῖς ἐτι κατωτέρω, τέλει δὲ σώματος ὁ ἐπίλογος· ἀνάγκη οὖν τὴν ἀρχὴν ἐκ προοιμίων ποιήσασθαι, εἴθ’ οὕτως ἐφεξῆς τὰ λοιπὰ παραδόναι· ὅθεν τῇ περὶ εὐρέσεως διδασκαλίᾳ ἐν πρώτοις περὶ προοιμίων ἀπῆρξατο. Μετείληπται 40 δὲ τὸ προοίμιον ἀπὸ τῶν κιθαρῳδῶν ἐπὶ τοὺς λόγους· οἴμη μὲν γὰρ λέγεται ἡ ᾠδή· ἐκείνοις δὲ νόμος 41 ἦν πρὸ ἑκάστης ᾠδῆς κιθάρᾳ ἑδομένης ἀναφωνεῖν τὸν Λιόνυσον· τὸ οὖν πρὸ ἑκάστης οἴμης, τούτεστιν ᾠδῆς, λεγόμενον εἰς Λιόνυσον ἀναφώνημα προοίμιον ἐκλήθη· ἐκεῖθεν δὲ καὶ ἐπὶ τοὺς ῥητορι-

---

Georgius Diaeretes, Scholia Eis To Peri Eureseos Hermogenous. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003852.
