# Chronicon (Continuatio) (Redactio A) 417

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 417. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/417
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/417

ΑΕΟΝΤΟΣ ΤΟΥ ΑΡΜΕΝΙΟΥ. ΤΡ. ἄθθ αʹ. Τῷ ττι ἔτει τοῦ κόσμου, τῆς δὲ θείας σαρκώσεως ὡιʹ, ἐβασίλευσε Λέων Ἀρμένιος ὁ πατρίκιοσἐ, καὶ παραβάτης ὕστερον ἀναφανεὶς, ἔτη ζʹ· καὶ· μῆνας εʹ, στεφθεὶς ὑπὸ Νικηφόρουπατριάρχου Μετὰ γὰρ δύο χρόνους ἀποστατήσας πρὸς τὴν ἀσέβειαν, καὶ τὸ ἔγγραφον ὅπερ ἐποίησε περὶ τῆς ὀρθοδοξίας ἀθετήσας, ὥσπερ Σαοὺλ· ἐξώκειλεν· καὶ γὰρ κἀκεῖνος δύο ἔτη βασιλεύσας ἐννόως εἶτα παρατραπεὶς καὶ τῆς θείας χάριτος γυμνωθεὶς καὶ πονηρῷ πνεύματι παραδοθεὶς κατὰ τοῦ εὐεργέτου Δαβὶδ ἐξωπλίσθη καὶ τὰς. ὅΟ] τῶν ἱερέων εἰργάσατο μιαιφονίας. Ὡσαύτως καὶ ὁ δύστηνος οὗτος καὶ ἀντίθεος μετὰ δύο ἔτη κατὰ τῆς εὐσεβείας μανεὶς καὶ λυττήσας ὁ τὸν στέψαντα αὐτὸν θεῖον Νικηφόρον ἐξώρισεν ʹ βʹ. Θεόδοτον δῆθεν πατριάρχην ἀντιχειροτονεῖ ἄλογον ἄνδρα, μᾶλλον δὲ ἀνδράποδον καὶ ἱχθύων ἀφωνέστερον· καὶ μηδὲν πλέον τῇς ἀσεβείας ἐπιστάμενον · καὶ ἔκτοτε διωγμὸν ἄσπονδον κατὰ τῆς Ἐκκλησίας ἀνεῤῥίπισεν. Εἰ οὖν χρὴ θαυμάζειν φαῦλον Ἀ ἐπὶ φαύλῳ μετάθεσιν, τοῦτον δεῖ μᾶλλον καὶ τοὺς ἀμφ´ αὐτὸν ἢ Γαλάτας θαυμάσαι, τοὺς οὕτω μετατιθεμένους ἀπὸ τοῦ καλέσαντος αὐτοὺς ἐν χάριτι Χριστοῦ εἰς ἕτερον Εὐαγγέλιον· ὃ οὐκ ἔστιν ἄλλο εἰ μὴ τὸ· παροργίσαι τὸν Θεὸν καὶ τὴν θείαν ὀργὴν ἐπισπάσασθαι Ὁγὰρ νέος Σεναχηρεὶμ Κροῦμος, ἐπαρθεὶς τῇ πρώην δίκῃ, καταλιπὼν τὸν ἴδιον ἀδελφὸν πολιορκεῖν τὴν Ἀδριανούπολιν, μετὰ ἓξ ἡμέρας τῆς αὐτοκρατορίας Λέοντος ἐπελθὼν τῇ πόλει περιῄει τὰ τείχη ἀπὸ Βλαχερνῶν ἕως τῆς Χρυσῆς πόρτης, ἐπιδεικνύων

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
