# Chronicon (Continuatio) (Redactio A) 424

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 424. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/424
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/424

τέρῳ λόγῳ ἢ τοῦ προσκυνεῖσθαι πάντως εἵνεκ Ρ. δθ] ἅμα τῷ συμπαρακειμένῳ τοῦ σταυροῦ τύπῳ εὐσεβῶς ἀρχῆθεν ἐνταῦθα καθιστόρηνται. Κκῤʹ. Ἀλλ´ ὅ γε θηριώνυμος καὶ ὃ λεοντότροπος ταῦτα παραγραψάμενος πάντα ἔσπευδεν ὅτι μάλιστα πᾶσαν θείαν εἰκόνα· ἀποστρέφειν καὶ λήθῃ βαθείᾳ Κπαραπέμπειν. Ταύτῃ τοι θεομαχῶν ἐπὶ δήμου τοιαῦτα κατατολμήσας ὁ ἐμβρόντητος παῤῥησιάζεται, λέγων· Ὅσπερ ἐκ τῶν ὄψεων ὑμῶν, ἀδελφο, τὰς εἰκόνας ἐξωλοθρεύσαμεν, οὕτω δὴ καὶ ἐκ τῶν ψυχῶν ὑμῶν περιαιρήσειν ὑμεῖς ὡς Θεοῦ καὶ τοῦ βασιλέωσδοῦλοι καὶ φίλοι σπουδάσατε. Καὶ γὰρ ὁμαρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ μάταιανοήσει, τοῦ συντελεῖν ἄνομα καὶ λαλεῖν πρὸς Κύριον πλάνησιν. Κἀντεῦθεν τοίνυν τοὺς εὑρισκομένους ἔχοντας εἰκόνα Χριστοῦ ἥτινος ἁγίου καὶ προσκυνοῦντας δειναῖς τιμωρίαις καὶ κολάσεσι κατεδίκασεν ὁ ἀλάστωρ καὶ αἱμοβόρος. Καὶ οὕτω κρεωκοπούμενοι καθ´ ἑκάστην ἡμέραν καὶ καταθδμενοι διεφθείροντο πανταχοῦ οἱ θεοσεβεῖς· καὶ πολλοὺς ἐνδόξους καὶ περιβλέπτους πεφόνευκε. κγʹ. Καὶ ταῦτα μὲν κατὰ τῶν ὀρθοδοξούντων ἀφει δῶς καὶ ἀπαύστως διεπράττετο· κατὰ δὲ τῶν ἐν τέλει καὶ τῶν εὐπορωτέρων ἄλλην πονηρὰν ἐπίνοιαν δὲ ὁ πονηρὸς καὶ παμμήχανος εὐρίσκει. Βου. λόμενος γὰρ αὐτοὺς ἐλεεινοὺς καὶ πένητας ἀπεργάσασθαι, τίδ ποιεῖ; Αἰτίαις αὐτοὺς ἀφύκτοις καὶ Κἐγκλήμασι περιβάλλει , προφασιζόμενος προφάσεις ἐν ἀμαρτίαις, ἵνα τῷ δέει τῶν ἐγκλημάτων πᾶσαν αὐτῶν τὴν οὐσίαν ἀναλογήσωσιν ὑπὲρ τῆς ἐκεῖΚθενἓ σωτηρίας. Ἔστινδ ὅτε δὲ ? καὶ συνεβίαζεν ε καθ´ ὧντινων ἀνδρικωτέρων ἢ εὐφυεστέρων , βακαίνων τῆς εὐανδρίας ἢ εὐφυτας αὐτοῖς, ὡς νεωτερίσειν ὑποπτεύων. Τινῶν μὲν τοὺς ὀφθαλμοὺς ἐξώρυττεν, ἄλλων δὲ τὰ μέλη ἠκρωτηρίαζεν· ἑτέρους δεσμοῖς κατέχων μεθ´ ἡμέρας τινὰς τῷ θανάτῳ παρέπεμψεν. Ἐξ ὧν ὑπῆρχε Μιχαὴλ ὁ τὴν τοῦ ἐξκουβίτου τάγματος ἀρχὴν διέπων· διεβλήθη γὰρ τῷ κασιλεῖ ὡς κατ´ αὐτοῦ βουλευόμενος· ὃν εἰρκτῇ καὶ πέδαις εἶχε τηρούμενον. κδʹ. Τῆς δὲ γενεθλίου τοῦ Σωτῆρος ἡμῶν ἡμέρας ἐνστάσης τοῦτον ἠβουλήθη νυκτὶ ἀνελεῖν· κωλυθείς δὲ παρὰ τῆς ἰδίας γυναικὸς διὰ τὴν ἑορτὴν εἴασεν αὐτόν. Ὃ δὲ Μιχαὴλ ἐν τῇ εἰρκτῇ ὤν, τοῦτο μαθὼν, πᾶσι τοῖς συμβούλοις τοῖς μετ´ αὐτοῦ ἐμήνυσεν, ὡς Ε μὴ σπουδάσητε ἐξελεῖν με τῆς φρουρᾶς, πάντας ὑμᾶς καταμηνύω τῷ ρασιλεῖ. Ἡν δὲ μετ´ αὐ

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
