# Chronicon (Continuatio) (Redactio A) 428

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 428. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/428
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/428

γέ » τοι πολλοὺς τῶν Βαρβάρων καὶ Χριστιανῶν ἀπατήσας, καὶ λαὸν ἄπειρον ἐκ διαφόρων ἐθνῶν συναθροίσας ἐπὶ τὴν Κωνσταντινούπολιν· ἐπήει ἐν ὄνλω βαρεῖ καὶ στόλῳ μεγάλῳ, καθάπερ τι θηρίον ἀλλόκοτον καὶ πολύμοροον ποικίλον τε καὶ πολυκέφαλον τὰ πολυειδῆ γένη τῶν ἐθνῶν ἀθροίσας, καὶ οἷά τις ἄλλος Σεναχηρεὶμ κατὰ τῆς νέας Ἰερουσαλήμ καθοπλισάμενος, ἐμεγαλαύχει τῶν ἑπομένων τῷ πλήθει καὶ κατηλαζονεύετο, μὴ πάμπαν, ὡς ἔοικε, νοήσας, ὅτι Οὐ σώζεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος Καὐτοῦ, καὶ ψευδὴς ἵππος εἰς σωτηρίαν· καὶ Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, καὶ τὰ ἕξῆς . Εἰ γὰρ καὶ τὰ μάλιστα ἡ πόλις οὐκ εἶχεν Ρ Ἐζεκίαν, εὐσεβῆ φημι καὶ ἐνάρετον βασιλέα, ἀλλ´ σὐ παρεῖδεν ὁ τοῦ παντὸς πρύτανις καὶ φιλάνθρωπος Κύριος πολιορκουμένην τὴν πόλιν αὐτοῦ καὶ τὸν λαὸν αὐτοῦ, ἀλλ´ ἔνεκεν τῆς ταλαιπωρίας τῶν πτωχῶν καὶ τοῦ στεναγμοῦ τῶν πενήτων Κφη καὶ τότε· Νῦν ἀναστήσομαι καὶ ὑπερασαιῶ τῆς κόλεώς μου καὶ τοῦ λαοῦ, οὐ δι´ ἐμὲ καὶ διὰ Λαβλδ τὸν δοῦλόν μου, ὥσπερ τότε καὶ νῦν φησιν, ἀλλὰ δι´ ἐμὲ καὶ διὰ τὸν ἐκ σπέρματος Δαβὶδ φύντα υἱόν μου, καὶ διὰ τὴν νέαν Ἰερουσαλὴμ, ἡν ἐξελεξάμην. Ε Καὶ γὰρ ἐπὶ τοῦ δυσσεβοῦς Ἀχαὰβ, τοῦ Σύρου πολλὰς μυριάδας κατ´ αὐτοῦ συνειληχότος καὶ βρενθυομένου καὶ λέγοντος, Εἰ ἐκποιήσει Σαμαρία παντὶ τῷ λαῳ τοῖς ἄεζοῖς μου, διέλυσε ῥᾳδίως αὐθὺς τοῦ τρισαθλίου βασιλέως ὁ φιλοικτίρμων Θεὸς τὸ ὄνειδος, Ἰδοὺ, λέγων, ἐγὼ δίδωμι αὐτὸν εἰς τὰς χεῖράς σου, καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος. Ὅπερ καὶ γέγονεν, καὶ δὴ παραυτίκα δέδειχε καὶ τοῖς οἰκείοις καὶ τοῖς ἀλλοτρίοις τὴν ἰδίαν ἰσχὺν καὶ τὸν Δαβὶδ ἀληθεύοντα· Κύριος κραταιὸς καὶ δυνατὸς, Κύριος δυνατὸς ἐν πολέμῳ· τῆς γὰρ συμπλοκῆς γενομένης δυοκαίδεκα τῶν ἀντιπάλων μυριάδας ὁ Ἰσραὴλ κατηκόντισεν. Ἵνα δὲ κἀκεῖνοι καὶ οὗτοι μάθωσιν [Ρ. ὅΙα] ὡς θεήλατος ἡ πληγὴ, τῶν διαπεφευγόντων εἴς τινα πόλιν καταπεσὸν τὸ τεῖχος κατέχωσε χιλιάδας εἰκοσιεπτά, εʹ. Ταύτην τοίνυν τὴν ἀλαζονείαν τοῦ Σύρου καὶ τοῦ Ἀσσυρίου χρησάμενος καὶ ὁ ματαιόφρων Θωμᾶς τὴν Κωνσταντινούπολιν, μᾶλλον δὲ Θεούπολιν, ἐφ´ ἕνα χρόνον ἐπόρθει, τῶν πολιτῶν ἀνδρείως παραταττομένων καὶ τειχομαχούντων καὶ ναυμαχούντων·

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
