# Chronicon (Continuatio) (Redactio A) 431

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 431. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/431
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/431

Εἰκασία, ὡραιοτάτη πανυ· ἤν ἰδὼν Θεόσιλος καὶ ὑπεραγασθεὶς αὐτὴν τοῦ κάλλους ἔφη ὡς Ἄρα διά γυναικὸς ἐῤῥύη τὰ φαῦλα. Ἡ δὲ μετ´ αἰδοῦς πως ἀντέφησεν· Ἀλλὰ καὶ διὰ γυναικὸς πηγάζει τὰ κρείττονα. Ὁ δὲ τῷ λόγῳ τὴν καρδίαν πληγεὶς ταύτην μὲν εἴασεν, Θεοδώρᾳ δὲ τὸ μῆλον ἐπέδωκεν, οὔσῃ ἐκ Παφλαγόνων. Στέφει Θεοδώραν ἐν τῷ εὐκτηρίῳ τοῦ Ἀγίου Στεφάνου, στεφθεὶς καὶ αὐτὸς ἅμα αὐτῇ ὑπὸ Ἀντωνίου πατριάρχου καὶ τῷ τοῦ γάμου καὶ τῷ τῆς βασιλείας στέφει, τῇ ἁγίᾳ πεντηκοστῇ. Κἀκεῖθεν προῆλθεν ἐν τῇ Μεγάλῃ ἐκκλησία, φιλοτιμησάμενος πολλοῖς τὸν πατριάρχην ἅμα τῶ κλήρῳ καὶ τῆς συγκλήτου ? Ἡ δὲ Εἰκασία τῆς βασιλείας ἀποτυχοῦσα μονὴν κατεσκεύασεν, εἰς ἣν καὶ ἀποκειραμένη, ἀσκοῦσα καὶ φιλοσοφοῦσα, τῶ Θεῶ μόνῳ ζῶσα διετέλεσε μέχρι τέλους ζωῆς αὐτῆς. Ὥ καὶ συγγράμματα αὐτῆς πλεῖστα καταλέλοιπεν, τὸ, Κύριε, ἡ ἐν πολλαῖς ἀμαρτίαις· καὶ τοῦ μεγάλοιυ Σαββάτου τὸ τετραῴδιον· Ἄφρων γηραλέε, καὶ ἄλλα τινά. Ἡ δὲ τοῦ βασιλέως μήτηρ Εὐφροσύνη ἐκουσίως κατελθοῦσα τοῦ παλατίου ἐν τῇ μονῇ αὐτῆς, ᾖ ἐπώνυμον τὰ Γάστρια, ἡσύχασεν. βʹ. Ἐποίησε δὲ ἱππικὸν Θεόφιλος, καὶ προσέταξε τῷ Χαμαιδράκοντι Λέοντι τῷ πρωτοβεστιαρίῳ αὐτοῦ ἀγαγεῖν τὸ πολυκάνδηλον τὸ ἐν τῆ σφαγῆ τοῦ Ἀρμενίου Λέοντος ξίφει διακοπέν. Τοῦ ἱππικοῦ δὲ τελεσθέντος προσεκαλέσατο πᾶσαν τὴν σύγκλητον ν τῷ λεγομένῳ Καθίσματι, καὶ τὸ πολυκάνδηλον ἐξαγαγὼν καὶ ὑποδείξας αὐτοῖς ἔφη· Ὁ εἰς ναὸνΚυρίου εἰσερχόμενος καὶ Χριστὸν Κυρίου φανεύων τίνος ἐστὶν ἄξιος; Ἡ δὲ σύγκλητος ἀποκριθεῖσα ἔφη· Ἄξιος θανάτου ἑστίν, ὦ δέσποτα. Καὶ εὐθὺς ἐκέλευσε τοὺς σὺν τῷ πατρὶ αὐτοῦ Μιχαὴλ τὸν Λέοντα ἀνελόντας τὸν ὕπαρχον κατασχεῖν καὶ τὰς κεφαλὰς αὐτῶν ἐν τῇ Σφενδόνη ἀποτεμεῖν, πολλὰ προβαλλομένους καὶ λέγοντας ἄδικον εἰναι Ρ ὅΙβΙτὴν κρίσιν Καὶ γὰρ εἰ μὴ τῷ πατρί σου συνηγωνισάμεθα, ὥ βασιλεῦ, οὐκ ἂν αὐτὸς ἦρξας. Καὶ δὴ οὕτως ἐπ´ ὄψεσι πάντων τὰς κεφαλὰς ἀπετμήθησαν, προσχήματι μὲν ὡς εἰς ναὸν Κυρίου τετολμηκότων ποιήσασθαι τὴν ἀναίρεσιν, τῇ ἀληθείᾳ δὲ ὡς τὸν συναιρεσιώτην αὐτοῦ καὶ ὁμόφρονα εἰς ἀσέβειαν ἀποκτείναντες. Ἔχετο γὰρ ὁ ἀλιτήριος τῆς ἑκείνου θεοστυγοῦς αἱρέσεως, καὶ τῆς εὐσεβείας τἀπείχετο, τῶν δὲ εἰκόνων τὰς μὲν κατασπῶν, τὰς δὲ ἀνορύττων, καὶ τοὺς ἐπ´ εὐλαβείᾳ μοναχοὺς ἐξορίζων καὶ αἰκιζόμενος. γʹ. Ἐφ´ οὗ καὶ πρὸς τὴν πατρίδα καὶ πόλεν αὐτοῦ ὅ τοῦ ἀλιτηρίου καὶ τυράννου μετὰ πολλῆς δυνάμεως οἱ Σαρακηνοὶ παραγενόμενοι, καρτερῶς ὠχυρωμένην εὑρόντες καὶ κατησφαλισμένην πάνυ καὶ ὑπὸ στρατηγῶν πεντήκοντα φρουρουΚμένην μετὰ τῶν λογάδων καὶ τῶν στρατευμάτων αὐτῶν, καὶ ταύτην δι´ ἡμερῶν ιεʹ Αὐγούστῳ μηνὸ ἐκπορθήσαντες καὶ δορυάλωτον εἰληφότες ἠχμαλώτευσαν

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
