# Chronicon (Continuatio) (Redactio A) 446

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 446. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/446
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/446

ἐκ τῆς ὀδοιπορίασυριακὴ γὰρ ἦν, καὶ ὁ ἥλιος πρὸς δυσμὰς) ἀνεκλίθη ἐν τοῖς πεζουλίοις τοῦ Ἀγίου Ἀιομήδους. Καθολικὴ γὰρ ἠν τότε ἡ ἐκκλησία, ἔχουσα προσμονάριον ὀνόματι Νικόλαον. Τῇ δὲ νυκτὶ ἐκείνῃ ἐκάλεσεν ἡ θεία φωνὴ τὸν προσμονάριον, λέγουσα· Ἐγερθεῖς εἰσάγαγε εἰς τὸ εὐκτήριον τὸν βασιλέα. Ὁ δὲ ἐγερθεὶς οὐδένα εὖρε πλὴν αὐτὸν τὸν Βασίλειον κείμενον ὡς πένητα, καὶ ἐπιστραφεὶς ἔπεσεν εἰς τὴν ἑαυτοῦ κοίτην. Πάλιν οὖν ἐκ δευτέρου ἦλθεν αὐτῷ ἡ τοιαύτη φωνή. Ὁ δὲ ἐξελθὼν καὶ κατασκοπήσας καὶ μηδένα εὐρὼν ἐπιστραφείς Ἐνλεισε τὸν πυλῶνα καὶ ἀνέπεσε, Καὶ εὐθέως λεσὰ ῥομφαίας τις δέδωκεν αὐτῷ εἰς τὴν πλευρὰν, λέγων· Ἐρελβὼν εἰσάγαγε ὃνβλέπεις ἔξωθεν τρῦ ποι λῶνος κείμενον. Οὖτός ἐστιν ὁ βασιλεύς. Ἐξελθὼν οὖν μετὰ σπουδῆς σύντρομος, καὶ [Ρ. Θ] εὑρὼν Ιασίλειον μετὰ τῆς πήρας καὶ ῥάβδου, εἰσήγαγεν ἔξωθεν τῆς ἐκκλησίας· καὶ τῇ δευτέρᾳ ἡμέρᾳ ἀπελθὼν μετ´ αὐτοῦ εἰς τὸ λουτρὸν ἔλουσεν αὐτὸν καὶ ἤλλαξε, καὶ ἐλθὼν ἐν τῇ ἐκκλησία ἐποίησεν ἀδελφοποίησιν, καὶ συνευφραίνοντο ἀλλήλους. ʹ Ὁ δὲ αὐτὸς Νικόλαος εἶχεν ἀδελφὸν ἰατρὸν, ὃς ἐδούλευε τῷ Θεοφιλίτζῃ. Ἐλθὼν δὲ καὶ κατὰ τύχην ὁ ἰατρὸς πρὸς τὸν ἀδελφὸν αὐτοῦ, ἰδών τὸν Βασίλειον καὶ θαυμάσας τὸ μέγεθος καὶ τὴν ἀνδρίαν αὐτοῦ, εἶπε πρὸς τὸν ἀδελφὸν αὐτοῦ· «Πόθεν ἐστὶν οὗτος;» Ὁ δὲ ἀναγγέόλει αὐτῷ πάντα, καὶ παρήγγειλε φυλάξαι τὸ μυστήριον. Καθεζομένου δὲ τοῦ ἰατροῦ ἐπὶ τραπέζης μετὰ τοῦ Θεοφιλίτζη, καὶ τούτου καθ´ ἑαυτὸν ἀναλογισαμένου καὶ εἰπόντος, ὅτι «Ἤθελον εὐρεῖν ἄνθρωπον ἐπιτήδειον εἰς τοὺς ἐμοὺς ἵππους,» ἀναστὰς ὁ ἰατρὸς εἶπεν αὐτῷ περὶ τῆς ἀνδρίας τοῦ Βασιλείου καὶ ὅτι «Τοιοῦτές ἐστιν οἷον ἐπιποθεῖς καὶ ζητεῖς.» Ἀποστείλας οὖν μετὰ σπουδῆς ἤγαγεν αὐτόν. Θεασάμενος οὖν αὐτὸν ἐπιάγουρον καὶ μεγάλην κεφαλὴν ἔχοντα ἐπέθηκεν αὐτὸν Κεφαλᾶν, καὶ δέδωκπντοῦτον τοῦ δουλεύειν τοὺς ἵππους αὐτοῦ. Ὡς οὖν προείρηται, διὰ τοιαύτην αἰτίαν δέδωκεν αὐτὸν ὁ Θεοφιλίτζης Μιχαὴλ τῷ βασιλεῖ. Ὁ δὲ βασιλεὺς τὸν αὐτὸν Βασίλειον εἰσαγαγὼν εἶπε τῇ μητρὶ αὐοῦ ὡς χαιρόμενος· Δεῦρο ἴδε, μῆτερ, οἷον ἄγουρον· νῦν ἐπελαβόμην. Ἡ δὲ ἐξελθοῦσα καὶ ἰδὼν αὐτὸν ἀπεστράφη, εἰποῦσα τῷ υἱῷᾷ αὐτῆς· Οὗτός ἐστι, τέκνον μου, ὁ μέλλων ἀφανίσαι τὸ γένος ἡμῶν. Ὁ ἀὲ οὐδαμῶς ἐπείσθη, τῇ μητρὶ αὐτοῦ ἢ ἤκουσεν αὐτῇ. Ι οΓο οεοῖί. καʹ Ἐτελεύτησε δὲ ὁ ἐν ἀγίοις πατριάρχης Μεθδδιος, καὶ χειροτονεῖται ἀντ´ αὐτοῦ Ἰγνάτιος ὁ υἱὸς Μιχαὴλ κουροπαλάτου. Τῶν δὲ Βουλγάρων ἐπιδρομὰς ποιούντων ἐν Θράκῃη καὶ Μακεδονίᾳ καὶ ληῖζομένων πὰ τοιαῦτα θέματα, ἡ Θεοδώρα ταξατιῶνα ἐποίησεν, οῆ ἐκ τῶν κάστρων ἐπιτιθέμενοι Βουλγάροις, σποράδην καὶ κατ´ ὀλίγους κουρσεύοντες, ἐφόνευον τούτους καὶ ᾐχμαλώτιζον, ὥστε ψποσταλῆναι τοὺς Βουλράρους ἐν τῇ ἰδίᾳ χώρᾳ. Κιβʹ,. Βάρδας δὲ ὁ Καῖσαρ ἐφιλιώθη Δαμιανῷ πατρικίῳ καὶ παρακοιμωμένῳ. Ὁ δὲ τὸν βασιλέα κρατήσας ἔπεισε τοῦ εἰσαγαγεῖν τὸν Βάρδαν ἐν τῆ πόλει· ἂ διὰ δώρων τοὺς βασιλέως οἰκείους διαδεξάμενος ἅμα τῷ παρακοιμωμένῳ ὡρίσθη προέρχεσθαι εἰς τὸ

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
