# Chronicon (Continuatio) (Redactio A) 462

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 462. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/462
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/462

ἔτη πολλὰ παρακληθεὶς ὁ βασιλεὺς τοῦτον ἀνήγαγε ἐν τῇ πόλει, καὶ προσέταξε λαμβάνειν αὐτὸν ἀννώνας ἐκ τῆς Νέας ἐκκλησίας. Ἐτελεύτησε δὲ ὁ Σανταβαρηνὸς ἐπὶ Κωνσταντίνου καὶ Ζωῆς τῆς αὐτοῦ μητρός. ζʹ- ηʹ. Ἐπὶ τῆς βασιλείας οὖν Λέοντος ἃ γίων ʹ ἃ Λογγιβαρδίας ἔξαρχος καὶ δοὺξ, γαμβρὸς δὲ γεγονὼς τοῦ ῥηγὸς φραγίας, ἀντῆρε τῇ βασιλεῖ, πᾶσαν τὴν χώραν εἰς ἑαυτὸν δουλώσαντος. Τοῦτο γνοὺς ὁ βασιλεὺς ἀπέστειλε Κωνσταντῖνον τὸν τῆς τραπέζης σὺν πᾶσι τοῖς θέμασι τῆς δύσεως πρὸς τὸ καταπολεμῆσαι Ἀγίεωνα. Καὶ συμβολῆς γενομένης ἡττήθησαν οἰ μετὰ Κωνσταντίνου καὶ κατεσφάγησαν, μόλες αὐτοῦ διασωθέντος. θʹ. Γέγονε δὲ ἕκλειψις ἡλίου, ὥστε νύκτα γενέσθαι ὥρᾳ ἕπτῃ καὶ τοὺς ἀστέρας φαίνεσθαι. Ἀλλὰ βρονταὶ καὶ συνοχαὶ ἀνέμων καὶ ἀστραπαὶ γεγόνα.σιν, ὥστε καῆναι ἐν τοῖς ἀναβαθμοῖς τοῦ σόρου ἀ θρώπους ἐπτά. ʹ Καὶ ἐπολιορκήθη ὑπὸ τῶν Ἀγαρηνῶν ἡ Σάμος τὸ κάστρον, αἰχμαλωτισθέντος καὶ τοῦ στρατηγοῦ αὐτῶν τοῦ Πασπαλᾶ. Προεχειρίσατο δὲ Λέων ὁ βασιλεὺς Ζαούτζαν εἰς βασιλεοπάτορα, συμφιλιωθεὶς δὲ Ζωῇ τῇ αὐτοῦ θυγατρί, φαρμάκῳ τινὶ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτῆς Θεοδώρου τοῦ Γαουανιάτου. Στεψάνου δὲ πατριάρχου τῶν τῇ δε μεταστάντος χειροτονεῖται ἀντ´ αὐτοῦ Ἀντώνιος ὁ λεγόμενος Καυλέας. ιαʹ. Ἡλθε δὲ καὶ ἀγγελία παρὰ τοῦ στρατηγοῦ Χακεδονίας ὡς ὁ ἄρχων Βουλγαρίας Συμεὼν βούλεται ἐκστρατεῦσαι κατὰ Ῥωμαίων. Ἡʹδὲ αἰτία ἣν ὠργίζετο Συμεὼν ἦν αὖτη· Ζαούτζας δ βασιλεοπάτωρ εἶχε δοῦλον εὐνοῦχον ὁνόματι Μουσικόν. Οὗτος κφιλιώθη Σταυρακίῳ καὶ Κοσμᾷ Ἑλλαδικοῖς φιλοχρύσοις καὶ πραγματευταῖς, οἵτινες πρὸς αἰσχροκερδίαν ἀφορῶντες μεσιτείᾳ καὶ δυνάμει τοῦ Μουσικοῦ διέστησαν τὴν ἐν τῇ πόλει πραγματείαν τῶν Ἐουλγάρων ἐν Θεσσαλονίκῃ, κακῶς τοὺς Βουλγάρους διοικοῦντες ἐν τῇ κομμερκεύειν. Οἱ δὲ Βούλγαροι τῇ Συμεὼν ταῦτα ἀπήγγειλαν. Ὁ δὲ δῆλα πεποίηκε ταῦτα τῇ βασιλεῖ Λέοντι. Ὁ δὲ βασιλεὺς ὑπὸ τοῦ βασιλεοπάτορος κωλυόμενος, [Ρ. ὅβα] προσπαθοῦντος τῇ Μουσικῷ, πάντα ὡς λῆρον ἤκουεν. ιβʹ. Μανεὶς οὗν ὁ Βούλγαρος ἐκστρατεύει κατὰ Ῥωμαίων. Καὶ μαθὼν ταῦτα ὁ βασιλεὺς ἀποστέλλει πὸν Κρηνήτην στρατηλάτην κατὰ Βουλγάρων μετὸ ὅπλων καὶ ἀρχόντων πολλῶν τῆς πόλεως κατὰ Συμεών. Καὶ συμβολῆς γενομένης ἐν Μακεδονίᾳ τῤίπονται οἱ Ῥωμαῖοι, σφαγέντος τοῦ τε Κρηνήτου καὶ τοῦ Ἀρμένη τοῦ Κουρτικίου καὶ τῷν λοιπῶν πάντοων. Ἐκ δὲ τῶν Χαζάρων, οἶ ἠσαν εἰς τὴν δταιρείαν Λέοντος, κρατηθέντες καὶ τὰς ῥῖνας αὐτῶν κοπέντες εἰς αἰσχύνην Ῥωμαίων ἐν τῇ πόλει παρὰ Συμεὼν ἀπεστάλησαν. Οὓς ἰδὼν ὁ βασιλεὺς καὶ θυμωθεὶς ἀπέστειλε Νικήταν τὸν ἐπιλεγόμενον xκληρὸν μετὰ δρομώνων ἐν τῇ ποταμῷ Δανουβίῳ δοῦναι δῶρα τοῖς Τούρκοις καὶ πόλεμον κινῆσαι

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
