# Chronicon (Continuatio) (Redactio A) 463

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 463. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/463
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/463

ΟΕΟΩΙΙ ΜΟΝΑΩΠΙ θΘ κατὰ Συμεών. Ὁ δὲ ἀπελθὼν καὶ συντυρὼν- ταῖς κεφαλαῖς αὐτῶν Ἀρπάδη καὶ Κουρσάνη, καὶ συνθεμένων πολεμῆσαι, λαβων ὄψιδας ἦλθε πρὸς τὸν βασιλέα. Ὁ δὲ βασιλεὺς πάλιν διὰ τῆς θαλάσσης ἀπέστειλεν Εὐστάθιον πατρίκιον καὶ δρουγγάριον τοῦ πλωῒμου. Νκηφόρον δὲ πατρίκιον τὸν τωκᾶν καὶ δομέστικον μετὰ τῶν θεμάτων ἀπέστειλεν διὰ γῆς, καὶ εἰσῆλθε μέχρι Βουλγάρων. Ὁ δὲ βασι λεὺς τὴν εἰρήνην ἀσπαζόμενος μετὰ τοῦτο ἀπέστειλε Κωνσταντινιάκην κυαίστωρα πρὸς Συμεὼν, τὰ περὶ εἰρήνης συμβουλεύοντα. Συμεὼν δὲ τὴν κατ´ αὐτοῦ κίνησιν διά τε γῆς καὶ θαλάσσης μαθὼν ἐν φρουρᾷ κατακλείει τὸν κυαίστωρα ὡς ἐπὶ δόλῳ ἐλθόντα. Περάσαντες οὗν οἱ Τοῦρκοι, τοῦ Συμεὼκ ἐπὶ τὸ στράτευμα τωκᾶν ἀσχολουμένου,] ᾐχμαλώ. πευσαν πᾶσαν τὴν θουλγαρίαν. Ταῦτα μαθὼν Συμεὼν κινεῖται κατὰ Τούρκων. Οἱ δὲ ἀντιπεράσαντες συμβάλλουσι πόλεμον μετὰ Βουλγάρων, καὶ τρέπεται Συμεὼν, μόλις διασωθεὶς ἐν τῇ Δίστρα. Οἱ δὲ Τοῦρκοι ἠτήσαντο τὸν βασιλέα ἀποστεῖλαι καὶ ἀγοράσαι τὴν αἰχμαλωσίαν τῶν Βουλγάρων· ὃ δὴ καὶ πεποίηκεν ὁ βασιλεὺς, τοὺς πολίτας ἀποστείλας ἐπαγοράσαι αὐτούς. Κιγʹ. Ὁ δὲ Συμεὼν δι´ Εὐσταθίου δρουγγαρίου ἐδεήθη περὶ εἰρήνης. Πρὸς ἣν ὑπεῖξεν ὁ βασιλεὺς, καὶ ἀπέστειλε Λέοντα τὸν Χοιροσφάκτην πρὸς τὸ γενέσθαι εἰρήνην. Ἐδέξατο δὲ Νικηφόρος ὑποστρέψαι μετὰ λαοῦ, καὶ ὁ δρουγγάριος τῆς Βίγλης Εὐστάθιος ὁμοίως. [Ρ. ὅὖ Ι Λέοντα οὐδὲ λόγου ἠξίωσε Συμεὼν, ἀλλ´ ἠσφαλίσατο εἰρκτῇ. Ἐκστρατεύσας δὲ κατὰ τῶν Τούρκων, ἐκείνων ὀχύρωμα βοηθείας μὴ ἐχόντων παρὰ Ῥωμαίων, ἀλλ´ ἀπρονοήτως ἐαθέντων, πάντας κατέσφαξεν, αὐξήσας τὴν μεγαλαυχίαν αὐτοῦ. Καὶ ὑποστρέψας εὗρε λέοντα ἐν τῇ Μουδάγρᾳ, καὶ εἶπεν πρὸς αὐτόν· Οὐ πτοιῶ εἰρήνην, ἐὰν μὴ πᾶσαν τὴν αἰχμαλωσίαν λάβω. Αιωρίσατο οὗν ὁ βασιλεὺς ταύτην ἀποδοῦναι, καὶ ἦλθε μετὰ Λέοντος Βούλγαρος οἱκεῖος τοῦ Συμεὼν, καὶ παρέλαβεν αὐτούς. ιδʹ. Νικηφόρου δὲ τοῦ τωκᾶν τελευτήσαντος, ἀφορμὰς ἐζήτει Συμεὼν τὴν εἰρήνην διαλῦσαι· ἐπιζητῶν γὰρ καὶ ἄλλους αἰχμαλώτους εἰσέρχεται κατὰ Ῥωμαίων. Λέων δὲ ὁ βασιλεὺς δομέστικον τῶν σχολῶν προβάλλεται Λέοντα Κατακαλὸν, ἐν τῇ Ῥάβδῳ τὴν οἴκησιν ἔχοντα, καὶ μετ´ αὐτοῦ ἀποστέλλει Θεοδόσιον πατρίκιον καὶ πρωτοβεστιάριον. Καὶ περάσας ὅλα τὰ θέματα καὶ τὰ τάγματα, καὶ γενομένης συμβολῆς μετὰ Συμεὼν εἰς τὸ Βουλγαρόφυγον, ἐγένετο τραπὴ δημοσία καὶ πάντες ἀπώλοντο καὶ ὁ πρωτοβεστιάρεος Θεοδόσιος, δι´ ὃν ὁ βασιλεὺς οὐ μετρίως ἠνιάθη ἐπὶ τούτου. ιαʹ. Ἔσφαξαν καὶ ἐν Χερσῶνι οἱ τοῦ κάσνροω τὸν στρατηγὸν αὐτῷν Συμεών τὸν υἱὸν Ἰωάννου Καὶ παρελήφθη τὸ κάστρον τὸ Κόρον ἐν Καππαδοκίᾳ ὑπλ τῶν Ἀγαρηνῶν ιςʹ. Ὁ δὲ βασιλεὺς πρόκενσον ἐποίει εἰς τὰ Δαμιανοῦ, συνόντος καὶ Ζαούτζα τοῦ βασιλεοπάτορος

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
