# Chronicon (Continuatio) (Redactio A) 470

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 470. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/470
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/470

ἀποσταλῆναι ἐν Συρίᾳ μετὰ λόγου ἐνυπογράφου. Τοῦτο δὴ καὶ πεποίηκεν ὁ βασιλεὺς, γράψας διὰ κινναβάρεως καὶ ἀποστείλας μετὰ χρυσοβούλλου ἔνδοθεν Κφατλίου βραχέος τράκτου. Ἐξελθόντος δὲ τοῦ Ἀγαρηνοῦ ἀπὸ τοῦ βασιλέως, προσκαλεσάμενος αὖτὸν Σαμωνᾶς εἶπεν αὐτῷ· οἶδας τί κρατεῖς; τοῦτο εἰπὼν διὰ τὸν κηρόν. Τὴν ἀπώλειαν τῆς Συρίας βαστάζεις. Καὶ δοὺς αὐτῷ παρήγγειλε τοῦτο βαλεῖν εἰς τὰς χεῖρας τοῦ Ἀζήρ. Ὁ δὲ ἀπελθὼν τοῦτο πεποίηκεν. Ἐκρατήθη [ ὅβι] δὲ Ἀνδρόνικος καὶ Ἀδεσμήθη μετὰ πάντων τῶν συγγενῶν αὐτοῦ. Καὶ μαθὼν ὡς διὰ δόλου τοῦ Σαμωνᾶ ταῦτα αὐτῷ γέγονεν, ἀναγκασθεὶς ἐμαγάρισεν αὐτός τε καὶ οἱ σὺν αὐτῷ. Ἔκτοτε δὲ Κωνσταντῖνος ὁ υἱὸς αὐτοῦ καὶ οἱ λοιποὶ ἰδόντες ὄτι ἀδύνατόν ἐστιν Ἀνδρόνικον ἐξελεῖν, βουλῇ αὐτοῦ μετ´ οὐ πολὺ φυγῇ χρησάμενοι αυμαστὸν ὄντως] ἐκ μέσης Συρίας πρὸς Ῥωμανίαν ἐξῆλθον, καὶ καταπολεμούμενοι κατὰ χώρας μόλις ἀλίγοι διεσώθησαν μετὰ Κωνσταντίνου υἱοῦ αὐτοῦ. μʹ. Ἐκ δὲ Ταρσοῦ εἰσῆλθον ἐν τῇ πόλει περὶ ἀλλαγίου ὅ τε Ἀβαλβάκης ὁ γέρων καὶ ὁ τοῦ Σαμωνᾶ πατήρ· καὶ τούτους ἐθεάσατο ὁ βασιλεὺς μετὰ κοσμήσεως καὶ τιμῆς καὶ δόξης ἐν τῇ Μαγναύρᾳ. Ἐκαλλώπισαν δὲ καὶ τὴν Μεγάλην ἐκκλησίαν ἑν κόσμῳ πολυτελεῖ, καὶ ὑπέδειξαν ἅπαντα τὰ τίμια σκεύη τοῖς Ἀγαρηνοῖς, ὅπερ ἀνάξιον ἦν βασιλείας καὶ Χριστιανικῆς καταστάσεως, τοῦ θεαθῆναι παρὰ τῶν ἐθνῶν τὰ ἱερὰ σκεύη τοῦ Θεοῦ. Ὁ δὲ τοῦ Σαμωνᾶ πατὴρ ἔθελε συνεῖναι τῷ υἱῷ αὐτοῦ καὶ μεῖναι εἰς Ῥωμανίαν. Ὁ δὲ Σαμωνᾶς παρῄνεσεν αὐτῷ λέγων· Κράτει τὴν πίστιν ἡν ἔχεις· κάγὼ, εἰ δυναθῶ, ἐλεύσομαι πρὸς σὲ μᾶλλον μαʹ. Τῇ δὲ ἡμέρᾳ τῆς Πεντηκοστῆς στέφει Λέων ὁ βασιλεὺς τὸν υἱὸν αὐτοῦ Κωνσταντῖνον δι´ Εὐθυμίου πατριάρχου. Δέδωκε δὲ Σαμωνᾶς Κωνσταντῖνον ἄνθρωπον αὐτοῦ, τὸν δουλεύσαντα πρότερον Βασιλείῳ μαγίστρῳ καὶ ἐπὶ τοῦ κανικλείου, δουλεύειν Ζωῇ Αὐγούστῃ· ὃς ἠγαπήθη παρὰ τοῦ βασιλέως Λέοντος καὶ τῆς αὐγούστης. Διὰ τοῦτο πολλὰ ἐφθόνησε Σαμωνᾶς αὐτῷ, καὶ ἐλοιδόρει ὡς συνόντι τῇ Αὐγούστῃ· ὅπερ ὁ βασιλεὺς ψοήσας ἀληθῆ εἶναι, ἀπέστειλε καὶ ἀπέκειρεν αὐτὸν μοναχὸν ἐν τῇ μονῇ τοῦ ἀγίου Ταραἄἱου διὰ τοῦ Σαμωνᾶ. Μετ´ ὁλίγον δὲ ὥρισε Σαμωνᾶν ἀναλαβέσθαι αὐτὸν ἐν τῇ αὐτοῦ μονῇ Σπεῖρα, βουλόμεγος πάλιν ἀναλαβέσθαι ατέν. Ἀπελθὼν οὖν ἐἱς πρόκενσον ἐν τῷ Δαματρῦ, καὶ ἐν τῇ μονῇ τοῦ Σαμωνᾶ ἀριστήσας, εἶδε Κωνσταντῖνον, καὶ παρευθὺ ὥρισε Σαμωνᾶν, καὶ ἔνδυσεν αὐτὸν κοσμικὰ, καὶ ἐκέρασε τὸν βασιλέα εἰς τὸ κλητώριον, καὶ ὑπέστρεψς Κμετ´ αὐτοῦ ἐν τῷ παλμτίῳ, μῤʹ. Ὁρῶν δὲ Σαμωνᾶς αὐξανομένην τὴν ἀγάπην τοῦ βασιλέως ἐπ´ αὐτὸν βουλεύεται μετὰ μεγίστου κοιτωνίτου καὶ Μιχαὴλ Τζηρίθωνος, καὶ ποιοῦσι χαρτίον πολυλοίδορον κατὰ τοῦ βασιλέως, γράψαντος

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
