# Chronicon (Continuatio) (Redactio A) 480

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 480. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/480
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/480

μλίους τοὺς αὐταδέλφους καὶ Κωνσταντῖνον ποιὰτασηκρῆτις τὸν Μαλελίαν, πληροφορῶν ἅπαντας καὶ θεβαιῶν ὡς ὑπὲρ τοῦ βασιλέως· Κωνσταντίνου τὴν τοιαύτην ποιεῖται συγκίνησιν. Ῥωμανὸς δὲ ὁ βασιλεοπάτωρ χρυσοβούλλια ποιήσας ἐνυπόγραφα ὡς ἐκ προσώπου τοῦ βασιλέως Κωνσταντίνου, τῆς τοιαύτης ἐπιβουλῆς ἀνατροπὴν περιέχοντα, καὶ ὡς οἱ τὸν Φωκᾶν καταλιμπάνοντες, τῷ βασιλεῖ δὲ προσφεύγοντες [Ρ. ὅ] ὑπὲρ τοῦ βασιλέως εἰσὶν, δοὺς Ἄννῃ τινὶ γυναικὶ ἀναιδεῖ καὶ θρασείᾳ καὶ κληρικῷ τινι Μιχαὴλ ἐν τῷ αὐτοῦ στρατοπέδῳ ἐξέπεμψεν. Οἱ δὲ ταῦτα ἀναλαβόμενοι διέσπειραν παντὶ τῷ στρατῷ. Καὶ ὁ μὲν Μιχαὴλ φωραθεὶς παρὰ τοῦ Φωκᾶ καὶ ἀνηλεῶς τυφθεὶς τήν τε ῥῖνα καὶ τὰ ὧτα ἀπετμήθη· ὃς μετὰ ταῦτα παρὰ Ῥωμανοῦ τῆς προσηκούσης ἔτυχεν ἀμοιβῆς· ὡσαύτως καὶ ἡ σὺν αὐτῷ σταλεῖσα Υυνη. κθʹ. Πρῶτος οὐν ὁ υἱὸς τοῦ Βαρέως Μιχαὴλ Κωνσταντῖνος καταλιπών τὸν Φωκᾶν τῷ Ῥωμανῶ προσέδραμεν, ἀρχὴ γεγονώς καταλύσεως τῆς τοιαύτης ἀνταρσίας καὶ τυραννίδος. Σὺν αὐτῷ δὲ καὶ ὁ Βαλάντιος καὶ ὁ λεγόμενος Ἄτζμωρος, τουρμάρχοι ὄντες ἀμφότεροι. Λέων οὖν ὁ Φωκᾶς μετὰ λαοῦ πλείστου ἰσχυρῶς καθωπλισμένου ἐν Χρυσοπόλει καταλαβὼν διέστησε παρατάξεις ἀπὸ τῆς λιθίνης δαμάλεως μέχρι Χαλκηδόνος, τοὺς ἐν τῇ πόλει φοβῶν. Ἀποστέλλεται οὖν μετὰ δρόμωνος παρὰ Ῥωμανοῦ Συμεὼν ὁ τοῦ κανικλείου, λόγον ἐνυπόγραφον τοῦ βασιλέως Κωνσταντίνου ἐπιφερόμενος τάδε διαγορεύοντα. λʹ. Ὡς Ἐγὼ φύλακα τῆς ἐμῆς ασιλείας ἐγρηγορώτατον καὶ εἰνούστατον καὶ πιστάτατον ολ δέθα τῶν ὑπὸ χεῖρα ἢ Ῥωμανὸν εὐρηκὼς τούτῳ τὴν ἐμὴν φυλακὴν μετὰ Θεὸν κατεπίστενσα, καὶ ἀντὶ πατρὸς αὐτὸν ἔχειν ἔκρινα, σπλάγχνα πατρικὰ καὶ διάφεσιν γονικὴν πρὸς ἐμὲ ἐνδειξά μενον. Αέοντα δὲ τοῦτον τὸν Φωκᾶν ἀεὶ τῇ ἐμῇ ἄασιλείᾳ ὑποπτεύων ἐπιβουλεύειν νῦν ἔργοις αὐτοῖς ἐπίβουλον εὕρηκα καὶ τῆς ἐμῆς ἀρχῆς τυραννικῶς ἐξανιστάμενον. Διὸ οὔτε δομέστικον αύτὸν ἀπὸ τοῦ νῦν εἶναι βούλομαι, οὔτε δὲ ταύτην τὴν ἀνταρσίαν μετὰ βουλῆς ἐμῆς πεπραχέναι ωημὶ, ἀλλ´ αὐθαιρέτῳ γνώμῃ ταύτην ποιήσασθαι τὴν ἐπίθεσιν, ἑαυτῷ τὴν βασιλείαν σφετεριζόμενον. Τούτων οὗν τῷ λαῷ ὑπαναγνωσθέντων ἤρξαντο πάντες ὑποχωρεῖν καὶ τῷ βασιλεοπάτορι προσρύεσθαι Ῥωμανῷ. Τοῦ δὲ Φωκᾶ εἰς ἀμήχανον περιστάντος καὶ ἀπογνόντος ὡς πάσης ἐλπίδος ἠστοχηκότος, καὶ φυγῇ χρησαμένου καὶ πρὸς τὸ κάστρον Ἀπεοῦς παραγενομένου καὶ μὴ δεχθέντος, ἀπέστειλε Ῥωμανὸς ἱωάννην Τουβάκην καὶ Λέοντα τὸν αὐτοῦ συγγενῆ ὥστε εἰσαγαγεῖν αὐτὸν ἐν τῇ πόλει. Οἱ δὲ τοῦτον κρατήσαντες ἀπετύφλωσαν, καίτοι μηδεμίαν τοερὶ τούτου δεξάμενοι ἐντολὴν, ἀλλ´ αὐθαιρέτῳ

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
