# Chronicon (Continuatio) (Redactio A) 484

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 484. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/484
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/484

γενναίως ἀγωνισάμενος πολλοὺς ἀνελὼν οὐκέτι ἀντέχειν ἠδύνατο πρὸς τὸ πλῆθος τῶν πολεμίων, μεθίησι τοῦ ἴππου τὸν χαλινὸν καὶ εἰς φυγὴν ἤλαυνεν. Ποταμὸν δέ τινα ἐκεῖσε παραῤῥέοντα διαπερῶν, τοῦ ἴππου αὐτοῦ ἐν τῇ ἰλθι ἐμπαγέντος, τιτρώσκεται κατὰ τῆς ἕδρας καὶ τοῦ μηροῦ. Μόλις οὖν τοῦ ἴππου ἐκ τῆς ἰλύος ἀνασπασθέντος, συνεργούντων τῶν ὑπὸ χεῖρα, διασώζεται μέχρι τῶν Βλαχερνῶν, καὶ τίθεται ἐν τῇ ἁγίᾳ σορῷ. Καιρίας τῆς πληγῆς οὔσης τῇ νυκτὶ ἐτελεύτησε. ιγʹ. Τηνικαῦτα δὲ καὶ Πετρωνᾶς αἰδεσιμώτατος, προστάξει Ῥωμανοῦ βασιλέως, ἤγαγε λάρνακα ἔνζῳδον καὶ ἕτερα δύο γλυφῆς ἀμοιροῦντα ἐκ τῆς τοῦ Ἀγίου Μάμαντος μονῆς ἀνδρείας, τῆς πλησίον οὔσης, τῆς Συλοκέρκου λεγομένης πόρτης, ἐν οἷς φασιν ἐναποκεῖσθαι [Ρ. ἔΒ] Μαυρίκιον σὺν τοῖς αὐτοῦ παισίν· ἃ καὶ ἀπετέθη ἐν τῇ τοῦ βασιλέως μονῇ ἤτοι εἰς τὸ Ἀίυρέλαιον. «Ζʹ. Ἀδριανὸς δέ τις Χάλδος, πρὸς δὲ καὶ Τζάντζης Ἀρμένιος πλούσιος πάνυ, τῇ ὑποθήκῃ καὶ συμβουλῇ Βάρδα τοῦ Βοϊλᾶ στρατηγοῦντος ἐν xαλδία. τυραννίόα καὶ ἀνταρσίαν κατὰ Ῥωμανοῦ βασιλέως συσκευάζουσι, τὸ Παΐπερτε λεγόμενον ἐ ὀχύρωμα κατασχόντες· οὓς ὁ τῶν σχολῶν δομέστικος Ἰωάννης ὁ Κροκόας καταπολεμήσας τοὺς μὲν κατέσχεν, ὧν τοὺς περιφανεστέρους ἀποτυφλοῖ, τὰς οὐσίας αὐτῶν δημεύσας, τοὺς δὲ πενιχροὺς καὶ ἀσήμους ἀθώους κελεύσας ὅποι ἱοὶλοιντο ἀπὶάμα» ΤΝκ.. τζης δὲ ἐν ἑτέρῳ ὀχυρωτάτῳ καστελλίῳ διαφυγὼν καὶ λόγον ἀπαθείας δεξάμενος ἐν τῇ πόλει εἰσεληλύθει, καὶ τῇ τοῦ μαγγλαβίτου ἀξίᾳ τιμηθεὶς ἐν τῷ οἴκῳ τῶν μαγγάνων διῃτᾶτο τηρούμενος, δρασμὸν δὲ βουλευσάμενος ἁλίσκεται καὶ τῶν ὁφθαλμῶν στερίσκεται. Βάρδαν τὸν Βόῖλαν ἀπέκειραν μοναχὸν, τοῦ βασιλέως οἰκτείραντος φίλον τυγχάνοντα ια´. Τοῦ δὲ πατρικίου τοῦ ἐπονομαζομένου Μωρολέοντος Ἀδριανούπολιν στρατηγοῦντος, κρατίστου πολλὰ καὶ δεξιοῦ τυγχάνοντος, ὃς πλείστας κατὰ Βουλγάρων ἀνδραγαθίας ἐπεδείξατο, καὶ πάλιν ὁ Βούλγαρος Συμεὼν σὺν παντὶ τῷ στρατεύματι αὐτοῦ τὴν εἰρημένην πόλιν περιεκύκλωσαν. Ἐπεὶ δὲ ὅ τε σῖτος τοὺς ἐν τῇ πόλει ἐπιλελοίπει καὶ λιμὸς ἐπίεζε. χαλεπὸς ὐδαμόθεν γὰρ εἶχεν ἐπισιτίσασθαι], τῇ ἐνδείᾳ πιεζόμενοι προδεδώκασιν ἑαυτούς τε καὶ τὸν στρατηγὸν τοῖς Βουλγάροις· ὃν χειρωσάμενος Συμεών καὶ δεσμὰ καθ´ ὅλου τοῦ σώματος περιβαλὼν, καὶ μυρίαις αἰκίαις τοῦτον τιμωρησάμενος, τελευταῖον ἀπέκτεινε θανάτῳ πικρῷ, ἀξίῳ τῆς ἑαυτοῦ ἀπηνε.στάτης καὶ ὠμοτάτης ψυχῆς. Βουλγάροις οὗν τὴν τῆς πόλεως φυλακὴν παραδοὺς ὑπεχώρησεν· οἶ τὴν κατ´ αὐτῶν τοῦ Ῥωμαίων στρατοῦ ἔφοδον ἀκηκοάτες ταύτῃν καταλελοιπότες. ἀπῆλθον καὶ πάλιν ὑπλ Ῥω μαίους αὐτὴ ἐγένετο. ιϛʹ. Λέοντος δὲ τοῦ Τριπολίτου μετὰ δυνάμεως πολλῆς καὶ πλοίων πολεμικῶν κατὰ Ῥωμαίων ἐξελθόντος καὶ ἐν τῇ νήσῳ Λήμνῳ καταλαβόντος, Ἰωάννης

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
