# Chronicon (Continuatio) (Redactio A) 495

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 495. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/495
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/495

οἷ ἀπεναντίας τοῦ Βασιλικοῦ θρόνοι ἐτιλτ· χανον, καὶ συνέτριψαν τά τε ὑποκάτωθεν αὐτῶν βάθρα καὶ τὰ στήθεα λεγόμενα. Χρόνου δὲ περικυκλεύσαντος τῷ αὐτῷ μηνὶ τὸν βασιλέα Ῥωμανὸν οἱ υἱοὶ αὐτοῦ τοῦ παλατίου κατήγαγον. νϛʹ. Τῆς δὲ πόλεως Ἐδέσης, ἐν ᾗ τὸ τοῦ Χριστοῦ τίμιον ἐκμαγεῖον ἀπέκειτο, παρὰ τοῦ Ῥωμαϊκοῦ πολιορκουμένης στρατεύματος καὶ εἰς ἀνάγκην μεγίστην περιισταμένης, ἀπέστειλαν οἱ ταύτης οἰκήτορες πρὸς τὸν βασιλέα Ῥωμανὸν διαπρεσβευόιενοι τὴν πολιορκίαν λυθῆναι, τὸ τοῦ Χριστοῦ ἅγιον ἐκμαγεῖον παρέχειν ἐπαγγειλάμενοι. Ὑπὲρ τῆς τοιαύτης δὲ χάριτος δεσμίους ᾐτήσαντο τῶν ἐμφανῶν ἀπολαβεῖν, χρυσόβουλλά τε λαβεῖν ὥστε τὴν τούτων χώραν μηκέτι παρὰ τοῦ Ῥωμαίων στρατοῦ ληλζεσθαι· ὃ δὴ [Ρ. ὅθι] καὶ γέγονεν. Τοῦ δὲ ἁγίου ἐκμαγείου ἀποσταλέντος καὶ ἤδη τῇ Κωνσταντινουπόλει πλησιάσαντος, Θεοφάνης ὁ πατρίκιος καὶ παρακοιμώμενος ἐν τῷ ποταμῷ Σαγγάρῳ ἐξελθὼν ὑπήντησεν αὐτῷ μετὰ φωταγωγίας καὶ τῆς δεούσης τιμῆς καὶ ὑμνῳδίας. Καὶ τῇ ιεʹ τοῦ Αὐγούστου μηνὸς σὺν αὐτῷ ἑν τῇ πόλει εἰσῆλθον, τοῦ βασιλέως ἐν Βλαχέρναις ὄντος κἀκεῖ αὐτὸ προσκυνήσαντος. Τῇ δὲ ἐπαύριον ἐξῆλθον ἐν τῇ Χρυσῇ πόρτῃ οἵ τε τοῦ βασιλέως δύο υἱοὶ Στέφανός τε καὶ Κωνσταντῖνος καὶ ὁ γαμβρὸς αὐτοῦ Κωνσταντῖνος σὺν τῷ πατριάρχῃ Θεοφυλάκτῳ· καὶ μετὰ τῆς δεούσης τοῦτο ἀναλαβόντες τιμῆς, τῆς συγκλήτου πάσης προπορευομένης καὶ φωταγωγίας μεγίστης προαγούσης, μέχρι τοῦ ἁγίου ναοῦ τῆς ΚἈγίας τοῦ Θεοῦ Σοφίας πεζῇ διεκόμισαν, καὶ προσκυνηθὲν ἐκεῖσε ἐν τῳ παλατίῳ ἀνήγαγον. νζʹ. Ἐν ταύταις δὲ ταῖς ἡμέραις Ἀρμένιόν τι τέρας τῇ πόλει ἐπεδήμησεν, παῖδες συμφυεῖς ἄῤῥενες ἐκ μιᾶς προελθόντες γαστρὸς, σῶοι μὲν καὶ ἄρτιοι πάντα τὰ μέλη τοῦ σώματος, ἀπὸ δὲ τοῦ στόματος τῆς γαστρὸς καὶ μέχρι τῶν ὑπογαστρίων συμπεφυκότες καὶ ἀλλήλοις ὑπάρχοντες ἀντιπρόσωποι Ο ἐπὶ πλεῖστον τῆ πόλει ἐνδιατρίψαντες, καὶ ὑπὸ πάντων ὡς ἐξαίσιόν τι τέρας ὁρώμενοι, τῆς πόλεοως λὼς πονηρός τις οἰωνὸς ἐξηλάθησαν. Ἐπὶ δὲ τῆς μονοκρατορίας Κωνσταντίνου πάλιν εἰσήλθοσαν· ἐπεὶ δὲ ὁ ἕτερος αὐτῶν ἐτεθνήκει, ἰατροί τινες ἔμπειροι τὸ συγκεκολλημένον μέρος διέτεμον εὐφυῶς, ἐλπίδι σοῦ τὸν ἕτερον ζήσεσθαι, ὃς τρεῖς ἡμέρας ἐπιβιοὺς ἐτελεύτησεν. νηʹ. Ὁ δὲ Ῥωμανὸς ὁ βασιλεὺς, ὡς ἀνωτέρω εἰρηται, ἐν πᾶσιν μοναχοῖς πίστιν ἐκέκτητο ἄμετρον, διαφερόντως δὲ ἐτίμα καὶ ὑπερεσέβετο Σέργιον τὸν ἐν μονασταῖς διαλάμποντα, ὃς ἀδελφὸς μὲν τοῦ μαγίστρου ὑπῆρχε Κοσμᾶ, ἀνεψιὸς δὲ τοῦ πατριάρχου Φωτίου· ὃν πλέον τῆς σαρκικῆς εὐσυγγενείας ἡ κατὰ ψυχὴν ἐτίμα εὐγένεια. Ἀρετῆς γὰρ εἰς ἄκρον καὶ γνώσεως ἤλασεν, ὡς δυσχερὶς εἶναι διακρίνειν ποτέρῳ μᾶλλον ἐπλεονέκτει· οὕτως εἰς ἄκρον ἑκατέραν ἐξήσκησεν. Ἐπήνθει τε αὐτῷ πρὸς τοῖς ἄλλοις οοομοοΟϛΙ

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
