# Chronicon (Continuatio) (Redactio A) 496

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 496. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/496
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/496

ἤθους καὶ τὸ μέτριον τοῦ φρονήματος. Οὐ γὰρ ἀνέσπα τὰς ὀφρῦς ὡς οἱ νῦν σοφοὶ, οὐδὲ ἀλαζών τις ἐδόκει καὶ ὑπερήφανος, ἀλλὰ τὸν λόγον μὲν εἶχε γλυκύτερον μέλιτος ἀποστάζοντα, τὸ ἧθος δὲ πάγιον καὶ αταθε λρὸν, [Ρ. ὅθεν] ταπεινὸν δὲ τὸ φρόνημα. Τοῦτον δὴ τὸν ἀοίδιμον ἀδιαλείπτως μεθ´ ἑαυτοῦ εἶχεν ὁ βασιλεὺς, κανόνα ὄντως καὶ στάθμην τὸν αὐτοῦ βίον ἀεὶ ῥυθμίζοντα. Ὁς πολλὰ παρήνει τῶ βασιλεῖ τῶν παίδων ἐπιμελεῖσθαι καὶ μὴ ἀπαιδεύτους ἐᾷν εἰς πονηρίαν ἐκκλίνοντας, μή ποτε αὐτοὺς πάθοι τὸ τοῦ Ἡλὶ, τιμωρίαν ἐκ τῆς τῶν παίδων παρανομίας ἐκτίσας. υδʹ. Ἐπειδὴ δὲ τοῦ παλατίου τοῦτον οἱ παῖδες κατήγαγον καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξώρισαν, πάλιν τοῦτον εἶχε τῶν συμφορῶν παραμύθιον καὶ τῶν θλίψεων ἀκεσώδυνον φάρμακον. ᾯ συνῆν τότε καὶ Πολύευκτος μοναχὸς εὐλαβέστατος, καὶ αὐτὸς τὰ εἰκότα παραμυθούμενος· ὃς τοῦ πατριάρχου Θεοφυλάκτου τελευτήσαντος πατριάρχης ἐπὶ τοῦ βασιλέως Κωνσταντίνου προχειρίζεται Κωνσταντινουπόλεως. ξʹ. Ἐπεὶ δὲ πολλοῖς τρόποις βούλεται ὁ Θεὸς σώζειν τὸν ἄνθρωπον, συνεχώρησε καὶ τὸν βασιλέα Ῥωμανὸν ἀδοκήτῳ περιπεσεῖν συμφορᾷ, ἵνα δι´ αὐτῆς σωφρονισθεὶς καὶ τῶν οἰκείων ἐν συναισθήσει παραπτωμάτων γενόμενος σωτηρίας ἀξιωθῇ. Συνεχώρησε γὰρ ἐπανάστῆναι αὐτῷ τὸν υἱὸν αὐτοῦ Στέφανον, ὥσπερ ποτὲ Ἀβεσαλὼν ἐπανέστη τῷ οἰκείῳ πατρὶ τῷ Δαβίδ. Συμβούλοις οὖν οὗτος πρὸς τοῦτο χρησάμενος τῷ τε ἀπὸ μοναχῶν Μαριανῷ καὶ Βασιλείῳ τῷ πρωτοσπαθαρίῳ τῷ Πετεινάκῃ καὶ Μανουήλ τῷ Κουρτίκῃ, συνειδότων αὐτῷ καὶ τῶν ἄλλων βασιλέων, τοῦτον τοῦ παλατίου κακῶς κατήγαγε καὶ ἐν τῇ Πρώτῃ νήσῳ ἐξορίσας ἔκειρε μοναχόν αʹ. Ὑπελείφθη οὖν αὐτοκράτωρ Κωνσταντῖνος ὁ τούτου γαμβρός· ὃς παραυτίκα Βάρδαν τὸν τοῦ Φωκᾶ τῇ τοῦ μαγίστρου ἀξίᾳ τιμήσας, χρόνῳ πολλῷ τὴν ἐν πολέμοις ἀνδραγαθίαν ἐπιδειξάμενον, δομέστικον τών σχολῶν προχειρίζεται, εἶτα Βασίλειον, ᾧ ἐπίκλην Πετεινάκης, πατρίκιον καὶ μέγαν ἑταιρειάρχην. Τῷ δὲ τοῦ γένους τῶν Ἀργυρῶν Μαριανῷ τὰ μοναχικὰ ἀποδύσας πατρίκιον καὶ κόμητα τοῦ στάβλου πεσοίο κεν, ὡσαύτως καὶ Μανουὴλ τὸν λεγόμενον Κουρτίκην πατρίκιον καὶ δρουγγάριον τῆς βίγλης· οὕστινας τρεῖς οὐ μετὰ πολὺν χρόνον ἡ τοῦ Θεοῦ δικαία κρίσις, [Ρ. ὅθῶ] ὡς εἰς Χριστὸν Κυρίου παροινήσαντας καὶ χεῖρας ἀδίκως ἐπιβαλόντας, τῆς βασιλείκς ὀρεγομένους, μετῆλθεν· ἐπὶ καθοσιώσει γὰρ καταληφθέντες ἑκάτερος αὐτῶν οἰκτίστῳ θανάτῳ τὸ ζῇν ἀπέῤῥηξαν. Τὰ δὲ περὶ αὐτῶν πλατύτερά τε καὶ ἐπεξεργαστικώτερα ἐν τῇ προηγουμένῃ ἐξηγήσει ἐκθήσομαι. βʹ. Μετὰ δὲ μʹ´ ἡμέρας, τῇ κζʹ τοῦ Ἰανουαρίου μηνὸς, ὑποπτεύσας Κωνσταντῖνος τὸν τότε βασιλέα Στέφανον καὶ Κωνσταντῖνον τὸν ἀδελφὸν αὐτοῦ μή ποτε κατ´ αὐτοῦ τὰ ὅμοια πράξωνται, καὶ λογισάμενος, ὅπερ ἦν εἰκὸς, ὅτι εἰ τοῦ ἰδίου πατρὸς οὐκ ἐφείσαντο,

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
