# Chronicon (Continuatio) (Redactio A) 497

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A), 497. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/497
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-monachus-continuatus/chronicon-continuatio-redactio-a/497

πῶς αὐτοῦ φείσονται, ἐστιάσας αὐτοὺς, ἤδη ἐν τῇ τραπέζῃ καθεζομένους, ἔτι τῆς βρώσεως οὔσης ἑν τῷ στόματι αὐτῶν, ἀνήρπασαν τούτους οἷ τε λεγόμενοι Τορνίκιοι καὶ ὁ πατρίκιος Μαριανὸς καὶ οἱ λοιποὶ οἱ πρὸς τοῦτο ἡτοιμασμένοι, καὶ τοῦ παλατίου καταγαγόντες καὶ ἐν ταῖς πλησιαζούσαις νήσοις αὐτοὺς περιορίσαντες κληρικοὺς ἀπέκειραν γʹ. Μετ´ ὀλίγον οὖν αἰτησάμενοι τὸν ἴδιον πατέρα θεάσασθαι ἐν τῇ Πρώτῃ νήσῳ, παρεγένοντο, καὶ τοῦτον ἐν τῷ μοναχικῷ σχήματι θεασάμενοι πένθει κατεσχέθησαν ἀφορήτῳ. Οἷς ἐπιδακρύσας ὁ πατὴρ ἔφη· Υἱοὑς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με οήθέτησαν. Εἶθ´ οὕτως ἐξωρίσθησαν, ὁ μὲν Στέφανος εἰς Προικόνησον, ἀπὸ δὲ Προικονήσου εἰς Ῥόδον, ἀπὸ δὲ Ῥόδου εἰς Μιτυλήνην, ὁ δὲ Κωνσταντῖνος εἰς Τένεδον, ἐκεῖθεν εἰς Σαμοθρᾴκην, ἐν ᾗ καὶ ἀνταρσίαν μελετήσας παρὰ τῶν αὐτὸν φυλασσόντων ἐσφάγη Μιχαὴλ δὲ τὸν τοῦ Χριστοφόρου υἱὸν τὰ βασιλικὰν πέδιλα ἀφελόμενος κληρικὸν πεποίηκεν. δʹ. Ὃντος δὲ τοῦ βασιλέως Ῥωμανοῦ ἐν τῆ νήσω, ὁ πατριάρχης Θεοφύλακτος καὶ Θεοφάνης ὁ πατρίκιος καὶ παρακοιμώμενος βουλὴν ἐβουλεύσαντο ὥστε πάλιν ἐν τῷ παλατίῳ τοῦτον ἀγαγεῖν· ἣν καὶ αὐτῷ ἀυακοιντιλνΝσάιιενοι καὶ παραπείσαντες τοῦτον, ἐκαιροσκόπουν πότε πέρας τῇ τοιαύτῃ βουλῇ ἐπιθῶσιν. Ἐπεὶ δὲ τὰ τῆς βουλῆς ἐφωράθη καὶ κατεμηνύθη Κωνσταντίνῳ βασιλεῖ, τοὺς συνεργοὺς ταύτης ἠμύνετο · τὸν μὲν γὰρ πατρίκιον Θεοφάνην ἐξώρισεν, τὸν δὲ πρωτοσπαθάριον καὶ πιγκέρνην Γεώργιον καὶ Θωμᾶν πριμικήριον δείρας καὶ κουρεύσας καὶ μέσον τῆς πόλεως θριαμβεύσας οὕτως ὑπερορίᾳ παρέπεμψε εʹ. Δεκεμβρίῳ δὲ μηνὶ, ἐνδικτιῶνος ϛʹ, ἐπιβουλήν στινες κατὰ τοῦ βασιλέως Κωνσταντίνου ἐμελέτησαν, βουλόμενοι τὸν βασιλέα Στέφανον ἐν τῷ, παλατίῳ ἐκ τῆς νήσου ἀγαγεῖν. [Ρ. ὅθέ] Ταύτης οὖν μηνυθείσης τῆς ἐπιβουλῆς Κωνσταντίνῳ διὰ Μιχαὴλ τοῦ Λιαβολίνου λεγομένου, τοὺς ἐπιβούλους κρατήσας ὁ βασιλεὺς τῶν μὲν τὰς ῥῖνας καὶ τὰ ὡτα ἀπέτεμεν, τοὺς δὲ δαρμῷ ἀφορήτῳ ὑπέβαλε, καὶ ὄνοις ἐπικαθίσας, διὰ μέσης τῆς πόλεως ἐθριάμβευσε καὶ ἐξορίᾳ παρέπεμψε. τʹ. Πεντεκαιδεκάτη Ἰουλίῳ μηνὶ, ἰνδικτιῶνος ϛʹ. Ῥωμανὸς ὁ βασιλεὺς ἑν τῇ Πρώτῃ νήσῳ τελευτᾷ· καὶ τὸ σῶμα αὐτοῦ ἐν τῇ πόλει διακομισθὲν ἐν τῇ αὐτοῦ ἀπετέθη μονῇ.

---

Georgius Monachus Continuatus, Chronicon (Continuatio) (Redactio A). Text: Open Greek Corpus, from the Calfa Patrologia Graeca OCR (GREgORI), CC BY 4.0. Changes: the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://opengreek.org/read/ogc003689.
