# Progymnasmata 577.1

Georgius Pachymeres, Progymnasmata, 577.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-pachymeres/progymnasmata/577.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-pachymeres/progymnasmata/577.1

φρόνησις ταῦτα καὶ δόξα καὶ εὐημερία, ἡ πολλὴ μᾶλλον μαῦία καὶ αἰσχύνη καὶ δυσφημία παρὰ τοῖς ἐπιεικεσὶ καὶ σώφροσι· παρ’ ἕκαστον ἐνοχλοῦσι κρατῆρα προσι- 5 νοντες, καὶ τὸ, φίλους καὶ ἑταίρους καὶ συμπτώτας καὶ συντρόφους λέγουσιν, ὡς ἀπόλοιτο σὺν αὐτοῖς ταῦτα. Ἐγὼ δὲ μὴ καὶ αὖθις ζῆιν μηδέποτε, δευτέρων τοιούτων πειραθησόμενον· συχνάκις φιλοτιμοῦνται καὶ πρὸς ἐμέ, οὐχ ἐσθίεις, λέγοντες, ἄνθρωπε, λαβὲ τούτω τὸ μέλος, ἄψαι κρατῆρος, ἀπόλαυε καὶ τῶν σῶν, εὐγε τῶν ἐμῶν σης· καὶ δεῖ τάμα οὕτως ἀσώτως κατασποδοῦν; οὐ φέρω ταῦτα, παρόντες, ἀπολύγομαι τὴν ζωήν, μία μοι τούτων τῶν κακῶν λύσις, ὁ θάνατος, οὐ χρήζω ζῆν, εἰ τοιαύταις ἀσχολίαις ἐκδίδωμαι, ἀπέλθω παρὰ τοὺς πλείονας, ὅπου σὺν τοῖς ἄλλοις ἐστὶ καὶ τὸ ἄτροφον· οὐ δεῖπνα ἐκεῖσε καὶ φιλοησίαι καὶ τραπέζαι, οὐ δαι- 15 τυμόνες, οὐχ ἐστιατόρες, οὐχ ἕτερον ἄλλο δαπανηρόν· εἰ δὲ καὶ τῶν κακῶν νομίζεται θάνατος, ἔστω καὶ τούτῳ πονηὴ μοι καὶ τίσις τῆς ἐκλήκτου ταύτης καὶ μανιώδους ἐπιχειρήσεως, ὡς ἔδει τὴν ἀρχὴν τὴν παρ’ ἄλλων κλησὼν ἀπειπασθαι, ἢ προσέμενον τότε, ἢ νῦν ἔχειν 20 πράγματα· ὡς ἔδει μηδὲν καινφεσθαι τῆς συνήθειας, ἢ παραλύσαντα ταύτην νῦν καὶ παρὰ τὴν φύσιν αὐτὴν ἀναγκάζεσθαι· δώσω τοιγαροῦν δικας ἀξίας, θανὼν ἐκούσιος, δώσω γενναῖον τοῖς ὀψιγόνοις ὑπόδειγμα, ὡς ἂν τοῦ λοιποῦ σωφρονίσω τοὺς κατ’ ἐμέ, καὶ πείσω, ἢ μηδὲν τῶν ἀρχήδεν ἡδῶν παραλύειν, κἂν εἴτι γένηται, ἢ πολλάκις ἐξ ἀφροσύνης τινὸς παραλύσοντας τοῦ ζῆν ἀνθαιρεῖσθαι τὸν θάνατον.

---

Georgius Pachymeres, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003894.
