# Progymnasmata 593.1

Georgius Pachymeres, Progymnasmata, 593.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/georgius-pachymeres/progymnasmata/593.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/georgius-pachymeres/progymnasmata/593.1

τοῦ νόμου λέγοντων, τί εἶπον ἂν, εἰ καὶ τῆς ζωῆς ἀφηρεῖτο τούτους τὸ δόγμα πρὸς τῇ νυῖ καὶ τοῖς πράγμασιν· ὅπου γε καὶ ζῶντας αὐτοὺς ἀπολῦοντες ἀποτομίαν καταγιγνώσκουσι, καίτοι γε οὐχ ἱκανὸν εἰς ἀπολογίαν τὸ προτεινόμενον· ὅτι μὲν γὰρ ζωῆς οὐδὲν ἥδιον οἶδα 5 καὶ πέπεισμαι, ὅτι δὲ διὰ τοῦτο καὶ τῶν ἀγαθῶν μὲν ἀμελητέον, τῶν κακῶν δ' ἀνδεκτέον οὐκ ἂν ὁμολογήσαιμιν πώποτε· καὶ τί λέγω τὴν ἐμὴν περὶ τούτου γνώμην, ἐξὼν ἐκ τῶν νόμων μαθεῖν τῶν προστιμῶντων θανάτῳ· οἷς ὑπῆρξε φυγεῖν ἐκ φιλοζωΐας τὸν κίνδυνον· τί γὰρ 10 τὸ τοιοῦτον προταθὲν ἀπέχρησε τῷ ῥιψάσπιδι, ὥστε μὴ παρὰ τῶν νόμων ὑποσχεῖν ζημίαν τὸν θάνατον; τί τῶδε, τί τῷ δεῖνι, ὥστε παρευθὺς μὴ κολάξεσθαι; πολλὰ ἂν ἔχοιεν λέγειν τυμβωρύχοι καὶ κλέπται, πολλὰ φονεῖς, πολλὰ τῶν ἑαλωκότων ἕκαστος, ἂν εἰ προειδόντο 15 μὴ σώζοντα τούτους, οὐκ ἂν τὴν ἀρχὴν ἐπεχείρουν ταῖς κακουργίαις καὶ παραπώλοντο, ἐγὼ δὲ καὶ τὸ θανεῖν ἐνδόξως ὑπὲρ τὸ ζῆν ἥδιον κέκρικα· καὶ οὗτος ὁ λογισμὸς πολλοὺς παρασκευάζει πίπτειν, ἔνθα τοῖς νέοις πίπτειν καλόν· ἢ γὰρ καλῶς ζῆν ἢ καλῶς τεθνηκέναι 20 σοφοῦ τινος ἠκούσα λέγοντος· ὁ ὑπὲρ ἀρετῆς θάνατος οὐχ ἀνώνυμος, ὁ ὑπὲρ κοινῆς δόξης οὐχ ἀκλεής· ἀλλ' εἰκόνες καὶ στήλαι καὶ μνήματα. Ἔτι δὲ καὶ λόγοι τινὲς ἐπιτάφιοι μνημεῖα διηνεκῆ τῶν ἀπαξ καλῶς θανόντων εἰσί· τί τοίνυν ὡς ἰσχυρὸν προτενεῖ τις τὸ ζῆν, καὶ 25 κακίαν μεγίστην ναντῶν ἐπικαλύψαι πειράσεται, εἰ καλὸς ὁ νόμος ὁ συνιστὼν ἀρετὴν, σχολὴ γ' ἂν ἕτερος καλὸς ἀκούσαι ποτέ. ναὶ φησιν· ἀλλὰ μετριωτέραν ἔδει τὴν τιμωρίαν γίνεσθαι, κατὰ λόγον τοῦ πλημμελήματος, καὶ τί τοῦ πραττομένου γένοιτ' ἂν μετριώτε- 30 ρον; φυγῆς ἀπὸ πατρίδος τιμῶνται, ἀλλ' εἴρχταις συγκλείονται

---

Georgius Pachymeres, Progymnasmata. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003894.
