# Ἑλένης ἐγκώμιον 10

Gorgias of Leontini, Ἑλένης ἐγκώμιον, Section 10. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gorgias-of-leontini/text/10

πότερα δ᾿ ἐκόμισεν ἡμέρας ἢ νυκτός; ἀλλὰ πολλαὶ καὶ πυκναὶ φυλακαί, δι᾿ ὧν οὐκ ἔστι λαθεῖν. ἀλλ᾿ ἡμέρας; ἀλλά γε τὸ φῶς πολεμεῖ τοῖς τοιούτοις. εἶεν. ἐγὼ δ᾿ ἐξελθὼν ἐδεξάμην, ἢ κεῖνος ὁ φέρων εἰσῆλθεν; ἀμφότερα γὰρ ἄπορα. λαβὼν δὲ δὴ πῶς ἂν ἔκρυψα καὶ τοὺς ἔνδον καὶ τοὺς ἔξω; ποῦ δ᾿ ἄν ἔθηκα; πῶς δ᾿ ἂν ἐφύλαξα; χρώμενος δ᾿ ἂν φανερὸς ἐγενόμην· μὴ χρώμενος δὲ τί ἂν ὠφελούμην ἀπ᾿ αὐτῶν;

---

Gorgias of Leontini, Ἑλένης ἐγκώμιον, ed. Friedrich Blass. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0593.tlg003.local003/.
