# Ἑλένης ἐγκώμιον 25

Gorgias of Leontini, Ἑλένης ἐγκώμιον, Section 25. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gorgias-of-leontini/text/25

Κατηγόρησας δέ μου διὰ τῶν εἰρημένων λόγων δύο τἀναντιώτατα, σοφίαν καὶ μανίαν, ὥπερ οὐχ οἷόν τε τὸν αὐτὸν ἄνθρωπον ἔχειν. ὅπου μὲν γάρ με φὴς εἶναι τεχνήεντά τε καὶ δεινὸν καὶ πόριμον, σοφίαν μου κατηγορεῖς, ὅπου δὲ λέγεις ὡς προὐδίδουν τὴν Ἑλλάδα, μανίαν· μανία γάρ ἐστιν ἔργοις ἐπιχειρεῖν ἀδυνάτοις, ἀσυμφόροις, αἰσχροῖς, ἀφ᾿ ὧν τις τοὺς μὲν φίλους βλάψει, τοὺς δ᾿ ἐχθροὺς ὠφελήσει, τὸν δ᾿ αὑτοῦ βίον ἐπονείδιστον καὶ σφαλερὸν καταστήσει. καίτοι πῶς χρὴ ἀνδρὶ τοιούτῳ πιστεύειν, ὅστις τὸν αὐτὸν λόγον λέγων πρὸς τοὺς αὐτοὺς ἄνδρας περὶ τῶν αὐτῶν τἀναντιώτατα λέγει;

---

Gorgias of Leontini, Ἑλένης ἐγκώμιον, ed. Friedrich Blass. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0593.tlg003.local003/.
