# Ἑλένης ἐγκώμιον 28

Gorgias of Leontini, Ἑλένης ἐγκώμιον, Section 28. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gorgias-of-leontini/text/28

Πρὸς δ᾿ ὑμᾶς ὦ ἄνδρες κριταὶ περὶ ἐμαυτοῦ βούλομαι λόγον εἰπεῖν ἐπίφθονον μὲν ἀληθῆ δέ, μὴ κατηγορημένου μὲν οὐκ ἀνεκτόν, κατηγορουμένῳ δὲ προσήκοντα. νῦν γὰρ ἐν ὑμῖν εὐθύνας καὶ λόγον ὑπέχω τοῦ παροιχομένου βίου. δέομαι οὖν ὑμῶν, ἂν ὑμᾶς ὑπομνήσω τῶν ἐμοί τι πεπραγμένων καλῶν, μηδένα φθονῆσαι τοῖς λεγομένοις, ἀλλ᾿ ἀναγκαῖον ἡγήσασθαι κατηγορημένον δεινὰ καὶ ψευδῆ καί τι τῶν ἀληθῶν ἀγαθῶν εἰπεῖν ἐν εἰδόσιν ὑμῖν· ὅπερ ἥδιστόν μοι.

---

Gorgias of Leontini, Ἑλένης ἐγκώμιον, ed. Friedrich Blass. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0593.tlg003.local003/.
