# Ἑλένης ἐγκώμιον 8

Gorgias of Leontini, Ἑλένης ἐγκώμιον, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gorgias-of-leontini/text/8

Ἀλλὰ δὴ καὶ τοῦτο γενέσθω, καίπερ οὐ γενόμενον. ἔδει δή μ᾿ ἐπὶ τούτοις πίστιν δοῦναι καὶ δέξασθαι. τίς οὖν ἂν ἦν ἡ πίστις; πότερον ὅρκος; τίς οὖν ἐμοὶ τῷ προδότῃ πιστεύειν ἔμελλεν; ἀλλ᾿ ὅμηροι; τίνες; οἷον ἐγὼ τὸν ἀδελφὸν ἔδωκ᾿ ἄν, οὐ γὰρ εἶχον ἄλλον, ὁ δὲ βάρβαρος τῶν υἱέων τινά· πιστότατα γὰρ ἂν ἦν οὕτως ἐμοί τε παρ᾿ ἐκείνου κείνῳ τε παρ᾿ ἐμοῦ. ταῦτα δὲ γιγνόμενα πᾶσιν ὑμῖν ἂν ἦν φανερά.

---

Gorgias of Leontini, Ἑλένης ἐγκώμιον, ed. Friedrich Blass. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY-SA 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY-SA 4.0 (https://creativecommons.org/licenses/by-sa/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg0593.tlg003.local003/.
