# Exegesis In Peri Methodou Deinotetos 1104.2

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1104.2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1104.2
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1104.2

τὸν δὲ κατ’ εἰρωνείαν εἰρήσθαι, ὥσπερ καὶ εἴ τις σοφὸς ὢν ἑαυτὸν ἄσοφον καὶ ἰδιώτην εἴπῃ, οὐχ ἡ λέξις αὐτὸν ἐποίησεν ἄσοφον, ἀλλ’ ὁ καιρὸς δεικνύων, ὁποῖός ἐστι σοφός. Ζητητέον, εἰ ὁ ἀπαίδευτα λέγων καὶ κεχαρισμένα λέγει πάντως· ἐὰν γὰρ ὑβρίζῃ τις τινα παρὰ τὸ εἰκός, πῶς οὕτως κεχαρισμένα λέγει, ἢ ἕτερα δηλοῦντι κεχαρισμένα οὐ τῷ περὶ σοῦ ὁ λόγος. Πάλιν εἰς τὸ διάφορον δὲ οἷον δημηγορεῖν τοῦτο παράδειγμα ἐστι τοῦ οὐ μόνον ἰδίαν, ἀλλὰ καὶ διάφορον ἔννοιαν. παρὰ τῆς αὐτῆς ἀπαρτίζεσθαι λέξεως· τὸ γὰρ ἰδίως ἀντὶ τοῦ διαφόρως νῦν εἰληπται τῷ τεχνικῷ ἐπὶ τῶν λόγων· δεικνύντι τὰ διδασκόμενα, ὥσπερ καὶ τὸ ἰδίως δὲ ὁ κλέπτης, ἀντὶ τοῦ μερικῶς· εὑρήσει τοίνυν καὶ τὸ δημηγορεῖν εἰς μὴνύσιν πράγματος· παρίστησι μὲν γὰρ καὶ τὸ ἐν δήμῳ ἀγορεύειν· μετὰ δέ τινος ἡθους ἐν καιρῷ ἰδίῳ λεχθὲν διάφορον ἔννοιαν δηλοῖ ἐπὶ τοῦ ἀπαίδευτα πολλάκις ἢ κεχαρισμένα· λέγοντος ἐκληφθὲν, οἷον γέλωτα μινεὶ φληναφρος δημηγόρος, δηλοῦντι ἀπαίδευτα λέγων, ἢ τὰ πρὸς γέλωτα, καὶ πάλιν κάθησαι καὶ δημηγορεῖς ἀντὶ τοῦ φλναφεῖς· δοκεῖ δὲ καὶ τὸ πρῶτον παράδειγμα ταὐτὸν εἶναι τῷ δευτέρῳ· ὁ γὰρ ἐστιν ὁ κλέπτης πρὸς τὸν κακοῦργον· τοῦτο τὸ κεχαρισμένα λέγειν πρὸς τὸ ἐν δήμῳ ἀγορεύειν· διότι καὶ αὐτὸς ὁ τεχνικὸς φησὶ καὶ ἐπὶ τοῦ πρώτου παραδείγματος, ἰδίως δὲ ὁ κλέπτης καὶ ἐπὶ τοῦ δευτέρου· ἰδίως δὲ τὸ κεχαρισμένα λέγειν· ἐστι δὲ οὐ ταὐτόν, ἀλλὰ πλείστη διαφορὰ διενήνυχε, καὶ τοσαύτη, ὅση τοῦ μερικοῦ πρὸς τὸ καθόλον· τὰ μὲν γὰρ μερικὰ δέχεται τοὺς ὅρους τῶν ὧν εἰσι μερικὰ, καὶ τῶν καθολικωτέρων, οἷον ὁ Σωκράτης μερικὸτερος ὢν δέχεται τὸν τοῦ ἀνθρώπου καὶ τοῦ ζῴου, (ἐστι

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
