# Exegesis In Peri Methodou Deinotetos 1105.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1105.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1105.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1105.1

ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. γὰρ καὶ ζῶον λογικὸν θνητὸν καὶ οὐσία ἐμψυχος αἰσθητική,) αἱ δὲ διαφοραὶ τῶν ὧν εἰσὶ διαφοραὶ τοὺς ὅρους οὐ δέχονται, 58 οἷον λογικὸν μὲν ἐστὶ τὸ τῷ λόγῳ χρώμενον, ἄλογον δὲ τὸ τῷ ἀλόγῳ συζῶν· τὸ αὐτὸ καὶ ἐν τοῖς προκειμένοις φαίνεται, ὁ μὲν γὰρ κλέπτης μερικὸς 5 ὧν πρὸς τὸν καθόλου κακοῦργον δέχεται τὸν ἐκεῖνον ὅρον, ὃν καὶ ὁ τεχνικὸς ἔθηκε· καθόλου γὰρ κακοῦργός ἐστιν ὁ κακὸν τι ἐργαζόμενος, ὅπερ καὶ τῷ κλέπτῃ πάντως ἀρμόσει λεγόμενον· καὶ γὰρ καὶ ὁ κλέπτης ἐστὶ κακὸν τι ἐργαζόμενος· τὸ δὲ κεχαρισμένα λέγειν καὶ τὸ ἀπαίδευτα 10 διάφορα ὄντα πρὸς τὸ δημηγορεῖν οὐ δέχονται τὸν ἐκεῖνον ὅρον· δημηγορεῖν γὰρ ἐστὶ τὸ ἐπὶ τῷ δήμῳ ἀγορεύειν, ἤτοι τὸ ἐξάγειν ἐπὶ πλήθους εἰς ἐπήκοον συμφέροντα ῥήματα, οὐ μὴν πρὸς χάριν καὶ τέχνην· τὸ δὲ ἀπαίδευτα λέγειν ἢ κεχαρισμένα καὶ δίχα πλήθους ἰδιαζόντως 15 γίνεται· καὶ οὐκ ἔστιν ἀνάγκη τὸν ἀπαίδευτον λέγοντα ἢ κεχαρισμένα ἐν δήμῳ ταῦτα ἀγορεύειν, ἀλλὰ καὶ ἰδίᾳ ταῦτα λέγειν. καὶ ὁ μὲν ἀπαίδευτος λέγων καὶ κεχαρισμένα πάντως λέγει· οὐ μὴν ὁ κεχαρισμένα λέγων πάντως καὶ ἀπαίδευτα λέγει· πάλιν ὁ κεχαρισμένα λέγων 20 καὶ δημοχαριστὴς καὶ δημηγόρος ἐστίν· ὁμοίως καὶ ὁ ἀπαίδευτος λέγων δημηγόρος ἐστίν· οὐ μὴν ὁ δημηγόρος πάντως κεχαρισμένα λέγει, καὶ ἀπαίδευτα ἢ ἄτακτα· ὁμοίως καὶ τὸ χυδαῖοι ἐγένοντο δύο σημαίνει, ἐκεῖσε μὲν ἀντὶ τοῦ πολλοί, ἐπληθύνθησαν γάρ, φησίν 59 ἢ 25 παλαιὰ γραφή, καὶ χυδαῖοι ἐγένοντο, ἐν δὲ τῇ καθ’ ἡμᾶς ἀνὰ χείρα ὁμιλία ἀντὶ τοῦ ἀφελείας καὶ ἀχρείου· καὶ τὸ πολυπράγμων δὲ κατὰ μὲν τὴν συνήθη ὁ ἐξεταστής, μεταλαμβάνεται δὲ καὶ εἰς τὸν πολλὰ πράγματα κεκτημένον, ὡς καὶ τὸ φιλοπράγμων. 30

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
