# Exegesis In Peri Methodou Deinotetos 1106.9

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1106.9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1106.9
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1106.9

Job. I, 1. εὐσεβῆς, ἀπεχ. ἀπὸ π. πον. α. πάλιν. ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. ιά. Τὸ ἦθος 16 διπλοῦν· τὸ κοινὸν ὃ καὶ 17 τῇ καθόλου ἀρετῇ πρέπει, καὶ τὸ ἴδιον, τὸ προσήκοντα 18 ἑκάστῳ λόγους ἀποδιδόναί· ῥητόρων τὸ ἴδικόν, φιλοσόφων τὸ καθολικόν, καθὸ 19 καὶ περὶ τὴν ἠθικὴν ἀρετὴν καταγίνονται· οἱ γὰρ ῥήτορες τοῖς ὑποκειμένοις μόνον 20 προσώποις οἰκείους καὶ πρέποντας λόγους περιάπτουσι, οἷον στρατηγοῖς ἢ ῥήτοσιν, ἢ τοῖς ἰδίως 21 ὀνομασθεῖσιν ἠθικοῖς, οἷον παρασίτοις ἢ δειλοῖς, ἢ φιλαργύροις ἢ λίγχοις. 22 Ἐναντίας δέ, ὡς τὸ μείνασ’ ἐπὶ χρόνον τὸν πολύν, τὸν ὀλίγον· οὐ καλῶς 10 δ’ Ἑρμογένης ἤγαγε 23 παράδειγμα τῶν ἐναντίων τὸ πολὺ καὶ τὸ ὀλίγον, ὡς Ἀριστοτέλης 24 ἐν ταῖς δέκα κατηγορίαις ἀποδείκνυσιν, διαλαμβάνων περὶ τοῦ ποσοῦ καὶ λέγων, ὅτι τῷ ποσῷ οὐδὲν ἐστὶν ἐναντίον· ἔχει δὲ οὕτως τὰ Ἀριστοτέλους· ἐπὶ μὲν τῶν ἀφωρισμένων 25 φανερὸν, 15 ὅτι οὐδὲν ἐστὶν ἐναντίον· οἷον τῷ διπλῷ, ἢ τῷ τριπλῷ, ἢ τῇ ἐπιφανείᾳ, ἢ τῶν τοιούτων, οὐδὲν γὰρ ἐστὶν αὐτοῖς ἐναντίον, εἰ μὴ ἂρα τὸ πολὺ τῷ ὀλίγῳ φαίη τις ἐναντίον εἶναι, ἢ τὸ μέγα τῷ μικρῷ, τοῦτο δὲ οὐδὲν ἐστὶ ποσόν, ἀλλὰ μᾶλλον τῶν πρὸς τι· οὐδὲν γὰρ αὐτὸ 26 καθ’ 20 ἑαυτὸ μέγα λέγεται καὶ μικρόν, ἀλλὰ τὸ πρὸς ἕτερον ἀναφέρεσθαι· οἷον ὄρος μὲν μικρόν λέγεται, κέκρος δὲ μεγάλη τῇ τῶν ὁμογενῶν μείζονα εἶναι, τὸ δὲ ἔλαττον τῶν ὁμογενῶν· οὐκοῦν πρὸς ἕτερον ἢ ἀνα-

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
