# Exegesis In Peri Methodou Deinotetos 1116.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1116.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1116.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1116.1

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. καὶ τί δύναται ἡ τοῦ ἡθοὺς προσθήκη· καὶ ἐστὶ μέθοδος δεινότητος ποιά διοίκησις τοῦ κατὰ καιρὸν καὶ δεόντως λέγειν καὶ σχῆμα καὶ λέξιν καὶ ἔννοιαν, οἷον „Νῷε δὲ ἤν ἄνθρωπος τέλειος ἐν τῇ γενεᾷ αὐτοῦ, εὐηρέστησε Νῷε·“ ἐνταῦθα γὰρ τῷ κυκλικῷ ἐχρήσατο σχήματι, ἵνα σοὶ δείξῃ, ὅτι ἀπὸ τοῦ αὐτοῦ σημείου ἤτοι τῆς ἀρετῆς ἀρξάμενος εἰς τὸ αὐτὸ πάλιν κατέληξε· καὶ ὁ Ἀπόστολος, „χαίρετε ἐν κυρίῳ πάντοτε, ἀδελφοὶ ἀγαπητοί, πάλιν ἔρω, χαίρετε·“ ἀπὸ τοῦ αὐτοῦ δηλαδή σημείου τῆς πνευματικῆς χαρᾶς εἰς τὸ αὐτὸ πάλιν κατέληξεν. Ἔστιν οὖν τοιούτῳ τι ἡ μέθοδος τῆς δεινότητος, ἡ διάθεσις καὶ ποῖος σχηματισμὸς προσώπου τινὸς ἐπὶ λόγῳ ἢ πράγματι πραγματευομένη τὸ συμφέρον, καὶ λεληθότως τἀναντία οἰκονομοῦσα ὧν ὑπείληπται, ἢ οἰконо- μία πρακτικὴ τε καὶ λογική, πάντα πρὸς τὸ δοκοῦν ἢ τὸ συμφέρον τοῦ οἰκονομοῦντος διατιθεμένη καὶ συνάπτουσα, ἢ τὸ πόρρωθεν ἀνελεῖν τὸ ἀντιπίπτον καὶ χρήσιμόν τι ἑαυτῷ προδιοικήσασθαι. Διαλαμβάνων δὲ περὶ μεθόδου δεινότητος ζητᾶται αὐτὸς τῇ οὐσῇ καὶ μὴ φαινομένῃ δεινότητι, διὸ καὶ οὐ ῥαδίως ἐστὶ καταληπτός, ἀλλὰ φαίνεται μὲν ἀπλᾶ λέγων, ἐκφεύγει δὲ διὰ τῆς δεινότητος τὴν τῶν ἀκουόντων διάνοιαν καὶ ἀναγνωσκόντων. Καὶ γὰρ τὸ ἐν ὀλίγοις πολλὰ λέγειν δεινότητός ἐστι· ὡς καὶ Σολομὼν λέγει· „λογισμοὺς συντέμνοντες εἰς περίσσευμα· καὶ τό· „ὁ προστιθεὶς γνώσιν προστίθησιν ἄλγημα·“ καὶ ὁ Θεολόγος· „ἐπ’ οὐδενὸς οὖν τῶν ἀπάντων οὐκ ἔστιν ἔφ. ὅτῳ οὐχὶ τῶν ἀπάντων·“ τοῦτο τῆς οὐσης καὶ φαινομένης δεινότητος· ὑπέξῃρε δὲ τὴν αἰτίαν εἰς τὸ καθολικώτερον· τὸ δὲ σχῆμα καινοπρεπὲς κατὰ ἄρσιν καὶ θέσιν· κίνημα γὰρ γερωνόντων νους· ἀνεκλάλητος· τοῦτο τῆς

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
