# Exegesis In Peri Methodou Deinotetos 1117.3

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1117.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1117.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1117.3

15 Ἐθνικὸν γὰρ ἐστὶ καὶ Περσικόν· οὐχ οἶδα τίς ἐστιν εἰπὼν, πῶς ἐπιφέρει τὸ ἐθνικὸν ἐστὶ, καὶ ὁδοῦ μέτρον ἐστίν; ὅτι τοῦτο δηλοῖ τὸ ἐξ ἀκοῆς αὐτὸ μό-νον εἰδέναι, οὐ μὴν ἐξ ἐτυμολογίας· τοῦτο οὖν ἐστὶ τὸ20„οὐχ οἶδα τί ἐστι,“ ἀντὶ τοῦ· „οὐχ οἶδα, πόθεν ἐτυμο-λογεῖται,“ ὅμοιον τούτῳ, ὡς εἴ τις εἴπεν, ὁ Αἴας τοῦ Αἴαντος, οὐ οἶδὰ πῶς κλίνεται, πρὸς ὁ πάλιν εἴπεν ἂν τις, εἰ μὴ οἶδας, πῶς εἶπας τὴν κλίσιν, καὶ ὁ θεολόγος, οὐχ οἶδα, οἷς τισὶ λόγοις ἀναλογίας, τιμῶσι δ’ οὖν· εἰ-25πὼν δὲ ἐθνικὸν, ὁ ἐστὶ γενικὸν καὶ καθόλου, ἐπήνεγκε καὶ εἰδικόν, τὸ Περσικόν, εἶτα καὶ τὸ ἔτι μερικώτερον καὶ φανερώτερον· τὸ ὁδοῦ μέτρον τριάκοντα στάδια, ὁ δὲ σταθμὸς μίλια εἰσὶν εἴκοσι καὶ ὀκτώ· Περσικαὶ λέξεις ἐστὶ καὶ ἡ σατραπεία καὶ τὰ σατραπεῖα.30

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
