# Exegesis In Peri Methodou Deinotetos 1120.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1120.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1120.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1120.1

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. καταχειροτονίας τοσοῦτόν ἐστι τὸ διάφορον, ὅτι ἡ μὲν προβολὴ ἐπὶ ἐγνωσμένοις ἐστὶν ἀδίκημασι τοῦ κατηγορουμένου, ἡ δὲ καταχειροτονία ἡ σύμφηρος τοῦ νόμου κατ’ ἐκεῖνον ἀπόφασις. Εὐθυνδίας δὲ καὶ παραγραφῆς πολὺ τὸ διάφορον· ἡ μὲν γὰρ περὶ τοῦ μηδέπω εἰςαχθέντος εἰς δικαστήριον πράγματος κοινὴ τῶν συνδιαιτούντων διάγνωσις εὐθυνδία ἐστιν, ἡ δὲ τῶν ἤδη κεκριμένων καὶ κατὰ νόμους ἀποπεφασμένων δευτέρα πολυπραγμοσύνη καὶ ἀμφισβήτησις παραγραφὴ κατωνόμασται. Παραγράφεσθαι δὲ ἔξεστι καὶ τοῖς τοιούτων τι ἐγκαλουμένοις, περὶ οὗ οὐ νενομοτέθηται· ἡ δὲ τοῦ ἀγραφίου δίκῃ· τοιαύτη ἐστί· σanis ἐφ’ ἑκάστῳ τῶν δικαστηρίων τοίχω τινὶ προσεγραφόετο, καὶ τοῦ ἐκ καταδίκης ὠφληκότος τῷ δημοσίῳ τὸ ὄνομα ἐγράφετο ἐπ’ αὐτῷ, καὶ τὸ μέρος αὐτοῦ τοῦ ὀφλήματος· εἰ δὲ τις ὠφληκὼς καὶ γραφεὶς λάθρα τὴν γραφὴν ἀπετρίφατο, ὁ γραφόμενος τούτου ἀγραφίου δίκην ἐγράφετο. Οἱ δὲ χωρίον ἢ οἴκημα νομίμως ἐκ καταδίκης ἀπειληφότες καὶ κωλυόμενοι ἐξοὐλῆς ἐγράφοντο τοὺς ἐκεῖθεν αὐτοὺς ἀπελαύνοντας· ἀρχαῖον γὰρ καὶ Ἀττικὸν ὄνομα τὸ ἐξίλλειν, ὅπερ οἱ μεταγενέστεροι ἑλληνικώτερον ἐξελεῖν λέγουσι, τούτεστιν ἀπελαύνειν τῶν νενομισμένων· εἰ δὲ τις δοῦλοςδοκῶν τοῖς νομιζομένοις δεσπόταις δίκην ἐλάγχανεν, ἀποστασίου δίκη κατωνομάζετο, διαγραφὴ δὲ ἡ ἀπαλλαγὴ τῆς δίκης ἐλέγετο· ὥσπερ λήξις δίκης τὸ καταγγεῖλαι κρίσιν τῶν ἰδιωτικῶν ὑποθέσεων, καὶ λαχεῖν μὲν δίκην τὸ πρῶτως κατειπεῖν, ἀντιλαχεῖν δὲ τὸ ἀντικληθῆναι, τὸ δὲ διαλαχεῖν οὐκ ἐπὶ τῶν δικῶν λέγεται, ἀλλ’ ἐπὶ τῆς τῶν χρημάτων νεμήσεως· ἐπεὶ δὲ πάλιν τοῖς Ἀττικοῖς καὶ τοὺς γραφομένους ἐπόμυνσθαι, ὡς ἀληθὴς ἡ γραφή, καὶ τοὺς καθ’ ὧν γράφονται, ὡς οὐδὲν εἰς ψευδολογίαν ἀντιθήσουσιν ἐν τοῖς δικαστηρίοις, εἴθιστο, διὰ τοῦτο ὁ μὲν τοῦ ἐγκαλοῦντος ὅρκος διωμοσία ἐλέγετο, ὁ δὲ τοῦ

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
