# Exegesis In Peri Methodou Deinotetos 1121.3

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1121.3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1121.3
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1121.3

καστὴς ἐπώμυντο, ἀμφιροχία τὸ σῦμπαν κατανωμάζετο· τὸν δὲ ὑποπτευόμενον εἰς γραφήν, ὑπεροτιθέμενον δὲ τὸν καιρὸν ὁ ὑποπτεύων ἡξίου κατηγορεῖν· ἦν δ’ ἐδόκει εἰρωνευόμενος μὴ βούλεσθαι ἐπώμυνσθαι κατηναχάζετο, καὶ τὸ ὡμοσμένον ἐξωμοσία ὠνόμαστο· τὸ δὲ καταγγεῖλαι δίκην ἐταιρήσεως ἐπαγγελία δοκιμασίας ἐλέγετο· τὴν μέντοι ἀπόφασιν οὐχ ὡς ὑμεῖς νῦν ὁ Ἀττικὸς νόμος ἐξελαμβάνετο, ἀλλ’ ἐπεὶ ἡ τῆς τριηραρχίας ἀρχὴ ἐπικινδυνὸς τις δοκοῦσα τὸν τριηραρχοῦντα κατήπειγεν ἀντιμετρήσαι τῷ κινδύνῳ τὰ ἑαυτοῦ, ἡ καταγραφὴ τούτων καὶ ὁ ἐπὶ τούτοις ὤζος ἀπόφασις ἦν. Ἡ δὲ ἐπωβελία ἀπὸ τοῦ συμβεβηκότος τὴν συνθήκην εἴληφεν· ἐπειδή γὰρ πολλοὶ τῶν μὴ ἐπιτιθέντων τῇ γλώττῃ χάλινον τοῖς ἐπαινεῖσι καὶ πράξιν προσεφύοντο, ὡς πλείους τόκους τοῦ δέοντος ἐπὶ ναυτικοῖς κεκεδηκόσι νομίσμασι, καὶ οἱ μὲν ἀπεδείκνυνον, οἱ δὲ πλείους μάτην κατ’ αὐτῶν ἐνεκράγεσαν τὸν μὲν ἐπιδεικνύντα ἀπροστίμητον εἶων, τὸν δὲ συκοφαντήσαντα ὀβολοῦ καταβολὴν ἐζημίου, καὶ ὄνομα τῇ ζημίᾳ ἐπωβελία. Καὶ ἡ φάσις παρὰ μὲν τοῖς Ἀττικοῖς νομικὴ ἐστι λέξις· παρ’ ἡμῖν δὲ φάσις ἡ τῶν δικαστῶν ἀπόφασις, παρὰ δὲ τοῖς φιλοσόφοις φάσις καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις. Καὶ ἄλλα τοιαῦτα ὀνόματα νομικὰ ἐστι. Τοιαῦται εἰσι καὶ παρ’ ἡμῖν νομικαὶ λέξεις, φάμουσα, τούτέστι γράμματα λοιδορίας περιέχοντα, καὶ φάκτον ἀγνοία, τούτέστι πράγματος, καὶ δεφενδεύειν τὸ ὑπερασπίζεσθαι καὶ πάτρων ὁ ἐλευθερωτής, καὶ

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
