# Exegesis In Peri Methodou Deinotetos 1124.1-22

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1124.1 to 1124.22. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1124.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1124.1

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. γελία καλεῖται ἡ περὶ τῶν κοινῶν καὶ δημοσίων ἀδικημάτων εἰσαγομένη· δίκη ὑπὸ τῶν πρυτανέων, περὶ ὧν διαφρόνην μὲν οὐδὲν λέγουσιν οἱ νόμοι, συγχωροῦσι δὲ κοῖσεις γίνεσθαι, καὶ τοῦτό ἐστιν ὁποῖον τὸ ἐν ταῖς τῶν 5 σοφιστῶν διατριβαῖς μελετώμενον, τὸ τῶν ἀγράφων ἀδικημάτων. κά. Τεχνικὰ δὲ ἐκεῖνα· ζεύξαντες τὰς παλαιὰς ναῦς· ναυπηγικὸν ὄνομα· 65 τοῦτο 66 ἐν τῷ πρώτῳ τοῦ Θουκυδίδου εἴρηται, λέγει δὲ περὶ τοῦ πρὸς Κερκυραῖ- 10 ους τῶν Κορινθίων πολέμου, καὶ ὅτι ἐπεμψαν οἱ Κερκυραῖοι πρὸς τοὺς Κορινθίους αἰτοῦντες διαλλαγὰς· πλὴν ἐπ’ ἄμφω παροσκευάζοντο, 67 λόγῳ μὲν πρὸς εἰρήνην, ἔργῳ δὲ πρὸς παρατάξιν. — Γράφει 68 δὲ οὕτως· ,,Ἐπειδὴ δ’ ἐγένοντο ἐν Ἀκτίῳ τῆς Ἀνακτορίας γῆς, οἵ 15 τὸ ἱερὸν τοῦ Ἀπόλλωνός ἐστιν, ἐπὶ τῷ στόματι τοῦ Ἀμβρακικοῦ κόλπου, οἱ Κερκυραῖοι κήρυκά τε προὔπεμψαν τοῖς Κορινθίοις ἐν ἀκατίῳ, ἀπεροῦντα μὴ πλεῖν ἐπὶ σφὰς καὶ τὰς ναῦς ἅμα ἐπλήρουν ζεύξαντες τὰς παλαιάς, ὡς στε πλοϊμούς εἶναι, καὶ τὰς ἄλλας ἐπισκευάσαντες·“ λέ- 20 γει δὲ ταῦτα, ὡς εἴρηται περὶ τοῦ πρὸς Κερκυραῖους τῶν Κορινθίων πολέμου, καὶ ὅτι ἐπεμψαν οἱ Κερκυραῖοι αἰτοῦντες διαλλαγὰς, τὸ γὰρ ἀπεροῦντα τοῦτο σημαίνει τὸ ἀπαγορεύειν· ὡς ἂν εἰ τοῦτο ἔλεγε, πρὶν ἀφεσθαι τῶν ὅπλων, λογίσασθε τὸν εἰσέπειτα κίνδυνον, στήσατε μέ- 25 ζοι προοιμίων τὴν τόλμαν, μὴ μηκύνωμεν τὸν πόλεμον, λύσατε ἐν ἀρχῇ μάχην, τέλος οὐχ ἔξουσιν, καὶ ἂν ἀρξήσθε πολέμου, ὁρᾶτε μὴ μεταγνῶτε· τὸ δὲ καὶ τὰς ναῦς ἅμα ἐπλήρουν, τοῦτο δηλοῖ, ὅτι ἐπ’ ἄμφω παροσκευάζοντο, ὡς εἴρηται· λόγῳ μὲν πρὸς εἰρήνην, ἔργῳ δὲ πρὸς ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΑΕΙΝΟΤ.

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
