# Exegesis In Peri Methodou Deinotetos 1128.1-21

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1128.1 to 1128.21. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1128.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1128.1

ΓΡΗΓΟΡΙΟΥ ΤΟΥ ΚΟΡΙΝΘ. μάτων ἐστὶ δεκτικός· διὰ τοῦ τοῦτο καὶ ὁ τόνος ἀμελέστερος εἴρηται, ὅτι πλεόνων ἐστὶ μελῶν δεκτικὸς, διὰ οὖν ἐστὶ δύο τινῶν καὶ ἡμιτονίου· τὸ δὲ ἡμιτόνιον οὐχ ἥμισυ, ὡς οἴεται Ἀριστόξενος, 11 τόνου ἐστὶ, 5 ἀλλ’ ἐλάττον τόνου· ὁ γὰρ τόνος ἐπογδοῦν λόγον ἔχει, ἐπόγδοος δέ ἐστιν ὁ ἔννατος ἀριθμός, ὃς οὐ διαιρεῖται δίχα· οὐκ ἄρα ἥμισυ τόνου τὸ ἡμιτόνιον· διὰ πέντε δὲ ἐστὶ τριῶν καὶ ἡμιτονίου· διὰ πασῶν δὲ οὐχὶ ἐξ τόνων, εἴρηται γὰρ ἤδη, ὅτι τὸ ἡμιτόνιον οὐχ ἐστὶν ἥμισυ τό- 10 νου, ἀλλὰ πέντε τόνων καὶ δύο ἡμιτόνων· διὰ πέντε δὲ καὶ διὰ πασῶν, ἐννέα τόνων· ἀκολούθον δ’ ἂν εἴη καὶ τὸ δις διὰ τεσσάρων τεσσάρων εἶναι τόνων, καὶ δύο ἡμιτονίων· ἐβουλόμην τούτῳ καὶ ἕτερα ἀρμονικὰ θεωρήματα ἐπισυνάφει, ἀλλ’ ἐπεὶ ἰκανὰ καὶ ταῦτα ἀποπλῆσαι 15 τὰς τῶν νέων ψυχάς, ἀρκεσθησόμεθα τούτοις. Ἔτι· τὸ δις διὰ πασῶν τοιούτων ἐστιν, ἡνίκα τέσσαρες νευραὶ κεῖνται ἐν τῷ ὀργάνῳ, ἡ μὲν πρώτη ἡ καὶ νήτη καλουμένη ἤχον ἀποτελεῖ βαρύν, ἡ δὲ δευτέρα, ἡ καὶ παρανήτη, μέσον, ἡ δὲ τρίτη, ἡ καὶ παραυπάτη, παραμέσον· ἡ 20 δὲ τετάρτη, ἡ καὶ ὑπάτη, τὸν ὀξύν· ὅτε οὖν τῇ νήτη καὶ τῇ ὑπάτῃ προσεγγίζει 12 ὁ μουσικὸς, ποιεῖ ἕνα φθόγγον ἐκ τῶν τεσσάρων νευρῶν, ὅτε 13 δὲ τῇ παραυπάτῃ καὶ τῇ παρανήτῃ, ποιεῖ δεύτερον, καὶ τοῦτό ἐστι δις διὰ τεσσάρων. Ἕτερον ἐξηγητοῦ. Οἰκεῖα ὀνόματα· μουσι- 25 κῶν εἰσὶν ἡ νήτη καὶ ἡ παρανήτη, καὶ ἡ ὑπάτη καὶ ἡ παραυπάτη, νήτη μὲν ἡ ἐσχάτη, παρανήτη δὲ ἡ πρὸ τῆς ἐσχάτης· ὑπάτη δὲ ἡ πρώτη, παραυπάτη δὲ ἡ μετὰ τὴν πρώτην· κοεῖσθον δὲ τὸ ἄνωτέρω πρὸ τούτου γραφέν. 14 Ἄλλως εἰς τὸ δις διὰ τεσσάρων. Τὸ διὰ τεσσά-

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
