# Exegesis In Peri Methodou Deinotetos 1130.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1130.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1130.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1130.1

γὰρ εἶδη τέσσαρα, νήτη, ὑπάτη, βαρύτον καὶ τορόν· ἢ τέσσαρες εἰσι χορδαί, καὶ ἡ μὲν πρώτη ὑφεμένην ἔχει τὸν φθόγγον, ἡ δὲ δευτέρα ὀξύν, ἡ δὲ τρίτη ἐτι ὀξύτερον, καὶ ἡ τετάρτη ἐτι ὀξύτερον. ὅταν οὖν τὴν πρώτὴν χορδὴν κρούσας τις μεταπηδήσῃ τὰς ἐν μέσῳ δύο χορδὰς, καὶ ἐλθῇ ἐπὶ τὴν τετάρτην πρὸς τὸ ποιῆσαι μέλος ὀξὺ ἀπὸ ὑφεμένου, τοῦτο λέγεται διὰ τεσσάρων μέλος, ὅταν δὲ πάλιν ἐπαναστρέψῃ πρὸς τὴν πρώτην χορδὴν ἀπὸ τῆς τετάρτης, καὖ κρούσας αὐτήν, εἶτα μεταπηδήσῃ ἐπὶ τὴν τετάρτην, λέγεται δις διὰ τεσσάρων μέλος, ἐπεὶ καὶ τεταρταῖος λέγεται ὁ παρὰ τὴν πρώτην ἡμέραν εἰσβάλλων, εἶτα διαλείπων δύο, καὶ τῇ τετάρτῃ πάλιν εἰσβάλλων· τριταῖος δὲ καὶ ὁ παρὰ τὴν πρώτην εἰσβάλλων, εἶτα διαλείπων μίαν, καὶ τῇ τρίτῃ πάλιν εἰσβάλλων· ἀφήμερινὸς δὲ ὁ ἐν ἀμφοτέραις ταῖς ἡμέραις εἰσβάλλων καὶ μὴ διαλείπων· ἡμιτριταῖος δὲ ὁ τὸ ἡμισυ ἔχων ἀφήμερινὸν καὶ τὸ ἡμισυ τριταίου, καὶ σήμερον μὲν ὡς ἀμήμερινός, εἰσβάλλων, αὔριον δὲ ὡς τριταῖος. Ἐτι. τὸ διὰ τεσσάρων ἐπίτριτός ἐστιν ἀριθμός· ὁ δὲ ἐπίτριτος σύμφωνός ἐστι, τὸ δις ἄρα διὰ τεσσάρων σύμφωνόν ἐστιν, ἢ τὸ δις διὰ τεσσάρων ἴσον ἐστὶ τῷ διὰ πασῶν. πλὴν ὅσον τὸ μὲν καταλλήλους ἔχει τὰς τέσσαρας χορδὰς τοῖς τέσσαρσι, τὸ δὲ διὰ πασῶν ἀκαταλλήλους μέν, σῴζουσα δὲ τὸ ἀνάλογον· ἢ τὸ διπλοῦν λεγόμενον πλινθίον αἰνίττεται, ἐν τούτῳ γὰρ διπλαῖ εἰσιν αἱ νευραί, τέσσαρες ἔνθεν, καὶ τέσσαρες ἔνθεν. ἢ τὸ δις διὰ τεσσάρων ἐκ τεσσάρων μὲν φθόγγων συνίσταται, τριῶν δὲ διαστημάτων, ἀναλογεῖ δὲ ὁ μὲν φθόγγος ὅρῳ προτάσεως, καὶ τὰ λοιπὰ ἐγράφησαν. Ἔστι δὲ καὶ ἑτέρα μέθοδος τοῦ δεῖν πρὸς τὸν ἐρωτῶντα περὶ τινος πράγματος ἀποκρίνεσθαι. πότερον ὡς σοφὸν με ἐρώτῃς ἢ ὡς τεχνίτην· εἰ μὲν ὡς σοφόν, πάλιν ἐρώτησον, πότερον ὡς

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
