# Exegesis In Peri Methodou Deinotetos 1133.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1133.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1133.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1133.1

ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. κδ'. 1Περὶ τῶν κατὰ λέξιν ἁμαρτημάτων. Μέθοδον διδάσκει τῆς εὕρεσεως τῶν ἁμαρτανομένων λέξεων, καὶ τοῦ μὴ αὐτοὺς ταῖς τοιαύταις περιπίπτειν· γίνεσθαι δὲ φησι τὰ τούτων ἁμαρτήματα κατὰ ἀκυρίαν καὶ παραφθοράν, ἀκυρίαν μὲν, ὅταν μὴ ἐφ' ἧς κεῖται σημασίας κυρίως ἡ λέξις ταύτην θήσω, 2ἀλλ' ἐφ' ἑτέρας, οἷον· ἐρωτῶ σε, ἔχε με παραηττημένον· ἐρωτᾶν μὲν γὰρ ἐστι τὸ ζητεῖν καὶ ἐρευνᾶν, ἐνταῦθα δὲ ἀντὶ τοῦ παρακαλεῖν εἴληπται. 3Ἀκυρίας δὲ μνησθέντες φέρε παραθήσομεν τινὰς τῶν τοιούτων λέξεων πρὸς πλείονα ταύτης ἐνδείξιν, αὐτίκα παρὰ τῷ Καλλιμάχῳ εὑρίσκεται ἐπὶ τῶν ἀπολλυμένων νηπίων, ἔχουρίσθησαν δὲ τιθήναι· τοῦναντίων γὰρ ἐβαρύνθησαν ἀπολέσασαι τὰ ὑπ' αὐτῶν τρεφόμενα· καὶ ὁρῶμεν ἄνθουν πέλαιος Ἀργείων νεκροῖς· πάλιν εἴ τις εἴπῃ, πυθάνεται ἀντὶ τοῦ ἐρωτᾶ, ἀκυρολογίαν ἐποίησε· πυθάνεσθαι γὰρ ἐστι τὸ κατὰ ἀκοὴν διεξοδικῶς ἀκοῦειν τὰ ὑπὸ τινος λεγόμενα, μὴ ἐρωτῶντός τινος· ἐρωτᾶν δὲ τὸ ἐθέλειν τινα κεφαλαιώδη λαβεῖν ἀπόφασιν περὶ τοῦ ὑποκειμένου πράγματος· ὁ γοῦν Τηλέμαχὸς φησι πρὸς τὸν Νέστορα·

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
