# Exegesis In Peri Methodou Deinotetos 1149.1

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos, 1149.1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1149.1
JSON: https://interlinea.aeterna-institute.org/api/v1/library/greek/gregorius-corinthius/exegesis-in-peri-methodou-deinotetos/1149.1

ΕΙΣ ΤΟ ΠΕΡΙ ΜΕΘ. ΔΕΙΝΟΤ. οἱ πρόγονοι ἡμῶν ἐπὶ λόγους ἐκόλαζον, καὶ τό· „εἶτα Ὀμη-5 ρος μὲν τὸ φυτὸν ἐθρήνησεν, ἐγὼ δὲ τὴν Νικομήδους πόλιν οὐ θρηνήσω·“ συγχροτικὸν ἐστὶν ἐνθύμημα· καὶ „εἰ Ἰωνᾶς ὁ προφήτης ἐπὶ τῇ κολοκύντῃ λελύπηται, αὐτὸς ἐπὶ τῇ ἀπωλείᾳ τοῦ τὸν Χριστὸν ἀρνησαμένου οὐ θρηνήσω·“ Τοιούτον καὶ ὁ μέγας Βασίλειός φησιν· „εἴ τις ἰατρῶν ἐπηγγέλετό σοι μηχαναῖς τισὶ καὶ ἐπινοίαις νέον ποιῆσαι ἐκ γέροντος, οὐκ ἂν ἐπεθύμησας εἰς ἐκείνην ἐλθεῖν τὴν ἡμέραν, ἐν ᾗ σεαυτὸν ὁρᾶν-10 ἐμελλες πρὸς ἀκμὴν ἐπιστρέφοντα·“ αἱ οὖν ἐνθυμήσεις καὶ ἐπενθυμήσεις αὗται μετὰ τὸ ἐπιχείρημα τίθενται, τὰ δὲ κυρίως ἐνθυμήματα καὶ ἐπενθυμήματα μετὰ τὴν ἐργασίαν. Ὁμοιον τοῦτο ἐκείνῳ· „εἰ δοῦλος ἀνθρώπων ἦσθα, προεγράφη δὲ δούλοις ἐλευθερία, οὐκ ἂν ἐπὶ τὴν κυρίαν ἀπήνησας, συνηγόρους μισθούμενος καὶ δικαστὰς παρα-15 καλῶν, ὥστε πάσῃ μηχανῇ πρὸς ἐλευθερίαν ἐξαιρεθῆναι.“ ἐστὶ δὲ τι ἐνταῦθα πλέον, ὃ τοῖς φιλομαθέσιν ἐξετάζειν παρήχαμεν. Πλάσμα δὲ ἐστιν, ὅταν τὸ μήπω γεγονὸς πλάττων τις εἰς ἀπόδειξιν τοῦ γεγονότος παραλαμβάνῃ, ὡς ἐν τῷ πρὸς Λεπτίνην εἰπὼν, ὅτι οὐ δεῖ ἀφελέσθαι τὴν δωρεὰν Ἐχράντον τὸν Θάσιον, ὅτι φίλην αὐτοῖς ἐποίησε τὴν νῆσον, ἐπλάσεν ἐπιχείρημα· ὅτι εἴ τις τῶν νῦν ἔχοντων Πύδναν ἢ Ποτίδαιαν ὑπόχοιτο περιποιή-20 σειν, ἐὰν ψηφίσησθε τοιαύτην δωρεὰν Ἐχράντῳ, οὐκ ἂν δοίητε, Ἐτι ἐπενθυμήσεις λέγει οὐ τὰ κυρίως ἐνθυμήματα καὶ ἐπενθυμήματα, ἀ συγχροτικῶς προσφέρονται καὶ ἐπὶ ταῖς ἐργασίαις τίθενται, ἀλλὰ τὰς ἀπλῶς ἐννοίας τὰς ἐν τοῖς ἐπιχειρήμασι τιθεμένας, ὡς ὁ Ἀπόστολος· „αὐτὸ γὰρ τὸ κατὰ τὸν Θεὸν λυπηθῆναι πόσῃν κατηργάσατο ἐν ἡμῖν σπουδήν, ἀλλὰ ἀπολογίαν, ἀλλὰ ἀγα-25 νάκτησιν, ἀλλὰ φόβον, ἀλλ’ ἐπιπόθησιν, ἀλλὰ ζῆλον, ἀλλὰ ἐκδίκησιν·“ Ἄλλο εἰς τὸ διατριβῆ καὶ πλί-

---

Gregorius Corinthius, Exegesis In Peri Methodou Deinotetos. Text: Open Greek Corpus, from its own OCR of a public-domain print edition, Public domain. Changes: the text divided into reading sections by Interlinea.
License: Public domain (https://creativecommons.org/publicdomain/mark/1.0/). Source: https://opengreek.org/read/ogc003907.
